Mosaico decorativo

Fondare 30029 Risultati per: Οὐ

  • ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι. (Atos dos Apóstolos 25, 27)

  • ἀγρίππας δὲ πρὸς τὸν παῦλον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο, (Atos dos Apóstolos 26, 1)

  • περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων, βασιλεῦ ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι, (Atos dos Apóstolos 26, 2)

  • μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου. (Atos dos Apóstolos 26, 3)

  • τὴν μὲν οὗν βίωσίν μου [τὴν] ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῶ ἔθνει μου ἔν τε ἱεροσολύμοις ἴσασι πάντες [οἱ] ἰουδαῖοι, (Atos dos Apóstolos 26, 4)

  • καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, (Atos dos Apóstolos 26, 6)

  • εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων, βασιλεῦ. (Atos dos Apóstolos 26, 7)

  • τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; (Atos dos Apóstolos 26, 8)

  • ἐγὼ μὲν οὗν ἔδοξα ἐμαυτῶ πρὸς τὸ ὄνομα ἰησοῦ τοῦ ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· (Atos dos Apóstolos 26, 9)

  • ὃ καὶ ἐποίησα ἐν ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, (Atos dos Apóstolos 26, 10)

  • καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. (Atos dos Apóstolos 26, 11)

  • ἐν οἷς πορευόμενος εἰς τὴν δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων (Atos dos Apóstolos 26, 12)


"Como Jesus, preparemo-nos a duas ascensões: uma ao Calvário e outra ao Céu." São Padre Pio de Pietrelcina