Fondare 17880 Risultati per: Οἱ
καὶ λειτουργήσει τῷ ὀνόματι κυρίου τοῦ θεοῦ αὐτοῦ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἔναντι κυρίου (Deuteronômio 18, 7)
ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων (Deuteronômio 18, 9)
οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί μαντευόμενος μαντείαν κληδονιζόμενος καὶ οἰωνιζόμενος φαρμακός (Deuteronômio 18, 10)
ἐπαείδων ἐπαοιδήν ἐγγαστρίμυθος καὶ τερατοσκόπος ἐπερωτῶν τοὺς νεκρούς (Deuteronômio 18, 11)
ἔστιν γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ σοῦ (Deuteronômio 18, 12)
τὰ γὰρ ἔθνη ταῦτα οὓς σὺ κατακληρονομεῖς αὐτούς οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται σοὶ δὲ οὐχ οὕτως ἔδωκεν κύριος ὁ θεός σου (Deuteronômio 18, 14)
προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος ὁ θεός σου αὐτοῦ ἀκούσεσθε (Deuteronômio 18, 15)
προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ (Deuteronômio 18, 18)
ἐὰν δὲ ἀφανίσῃ κύριος ὁ θεός σου τὰ ἔθνη ἃ ὁ θεός σου δίδωσίν σοι τὴν γῆν αὐτῶν καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν (Deuteronômio 19, 1)
τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου ἧς κύριος ὁ θεός σου δίδωσίν σοι (Deuteronômio 19, 2)
στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου ἣν καταμερίζει σοι κύριος ὁ θεός σου καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ (Deuteronômio 19, 3)
διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ῥῆμα τοῦτο λέγων τρεῖς πόλεις διαστελεῖς σεαυτῷ (Deuteronômio 19, 7)