Mosaico decorativo

Fondare 17880 Risultati per: Οἱ

  • καὶ ἐνεθυμήθη Δανιηλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἴνῳ καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνθῇ (Daniel 1, 8)

  • καὶ ἐὰν φανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου (Daniel 1, 13)

  • καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα (Daniel 1, 14)

  • καὶ ἦν Αβιεσδρι ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων (Daniel 1, 16)

  • καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ καὶ τῷ Δανιηλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ (Daniel 1, 17)

  • καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς καὶ οὐχ εὑρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια καὶ ἦσαν παρὰ τῷ βασιλεῖ (Daniel 1, 19)

  • καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ (Daniel 2, 2)

  • καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς ἐνύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα ἐπιγνῶναι οὖν θέλω τὸ ἐνύπνιον (Daniel 2, 3)

  • καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί κύριε βασιλεῦ τὸν αἰῶνα ζῆθι ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ (Daniel 2, 4)

  • ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις ὅτι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπ’ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι παραδειγματισθήσεσθε καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν (Daniel 2, 5)

  • ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπ’ ἐμοῦ δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε (Daniel 2, 6)

  • ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες βασιλεῦ τὸ ὅραμα εἰπόν καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα (Daniel 2, 7)


"Subamos sem nos cansarmos, sob a celeste vista do Salvador." São Padre Pio de Pietrelcina