Fondare 5241 Risultati per: Μου
καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι (Isaías 48, 5)
ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε (Isaías 48, 9)
ἕνεκεν ἐμοῦ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω (Isaías 48, 11)
ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα (Isaías 48, 12)
καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα (Isaías 48, 13)
καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης (Isaías 48, 18)
καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου (Isaías 48, 19)
καὶ ἐὰν διψήσωσιν δι’ ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται ὁ λαός μου (Isaías 48, 21)
ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου (Isaías 49, 1)
καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με (Isaías 49, 2)
καὶ εἶπέν μοι δοῦλός μου εἶ σύ Ισραηλ καὶ ἐν σοὶ δοξασθήσομαι (Isaías 49, 3)
καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου (Isaías 49, 4)