Mosaico decorativo

Fondare 3104 Risultati per: Κύριος

  • τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς (Amós 3, 12)

  • ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ (Amós 3, 13)

  • συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί λέγει κύριος (Amós 3, 15)

  • ὀμνύει κύριος κατὰ τῶν ἁγίων αὐτοῦ διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ’ ὑμᾶς καὶ λήμψονται ὑμᾶς ἐν ὅπλοις καὶ τοὺς μεθ’ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί (Amós 4, 2)

  • καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμαν λέγει κύριος ὁ θεός (Amós 4, 3)

  • καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ισραηλ λέγει κύριος ὁ θεός (Amós 4, 5)

  • καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος (Amós 4, 6)

  • καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος (Amós 4, 8)

  • ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ ἐπληθύνατε κήπους ὑμῶν ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος (Amós 4, 9)

  • ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος (Amós 4, 10)

  • κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος (Amós 4, 11)

  • διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ ποιῶν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ (Amós 4, 13)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina