Fondare 3104 Risultati per: Κύριος
κύριος φυλάσσει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ (Salmos 145, 9)
βασιλεύσει κύριος εἰς τὸν αἰῶνα ὁ θεός σου Σιων εἰς γενεὰν καὶ γενεάν (Salmos 145, 10)
οἰκοδομῶν Ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει (Salmos 146, 2)
μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός (Salmos 146, 5)
ἀναλαμβάνων πραεῖς ὁ κύριος ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς (Salmos 146, 6)
εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ (Salmos 146, 11)
ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ (Salmos 149, 4)
Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου (I Macabeus 2, 53)
καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως (II Macabeus 2, 8)
ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος (II Macabeus 3, 33)
ἀλλ’ οὐ διὰ τὸν τόπον τὸ ἔθνος ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο (II Macabeus 5, 19)
ὁ κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ’ ἡμῖν παρακαλεῖται καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησεν Μωυσῆς λέγων καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται (II Macabeus 7, 6)