Mosaico decorativo

Fondare 27855 Risultati per: Καὶ

  • καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ (I Reis 21, 38)

  • καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με φύλαξον τοῦτον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις (I Reis 21, 39)

  • καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε καὶ οὗτος οὐκ ἦν καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ’ ἐμοὶ ἐφόνευσας (I Reis 21, 40)

  • καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος (I Reis 21, 41)

  • καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ (I Reis 21, 42)

  • καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν (I Reis 21, 43)

  • καὶ ἐκάθισεν τρία ἔτη καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ (I Reis 22, 1)

  • καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ (I Reis 22, 2)

  • καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παῖδας αὐτοῦ εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμαθ Γαλααδ καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας (I Reis 22, 3)

  • καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἀναβήσῃ μεθ’ ἡμῶν εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον καὶ εἶπεν Ιωσαφατ καθὼς ἐγὼ οὕτως καὶ σύ καθὼς ὁ λαός μου ὁ λαός σου καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου (I Reis 22, 4)

  • καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον (I Reis 22, 5)

  • καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς εἰ πορευθῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπαν ἀνάβαινε καὶ διδοὺς δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως (I Reis 22, 6)


"Se você fala das próprias virtudes para se exibir ou para vã ostentação perde todo o mérito." São Padre Pio de Pietrelcina