Fondare 27855 Risultati per: Καὶ
καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τῷ Ιωαβ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ (I Reis 2, 34)
καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ’ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ (35a) καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν (35b) καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου (35c) καὶ ἔλαβεν τὴν θυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόθεν ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν (35d) καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει (35e) καὶ ἐποίησεν Σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν (35f) καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ οὕτως θυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ τότε ᾠκοδόμησεν τὴν ἄκραν (35g) καὶ Σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ καὶ ἐθυμία ἐνώπιον κυρίου καὶ συνετέλεσεν τὸν οἶκον (35h) καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα (35i) καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἐπάνω καὶ τὰ Βααλαθ (35k) πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας (35l) καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων ἰδοὺ μετὰ σοῦ Σεμεϊ υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων (35m) οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς (35n) καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ (35o) καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου (I Reis 2, 35)
καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεϊ καὶ εἶπεν αὐτῷ οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ (I Reis 2, 36)
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (I Reis 2, 37)
καὶ εἶπεν Σεμεϊ πρὸς τὸν βασιλέα ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας κύριέ μου βασιλεῦ οὕτω ποιήσει ὁ δοῦλός σου καὶ ἐκάθισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη (I Reis 2, 38)
καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ καὶ ἀπηγγέλη τῷ Σεμεϊ λέγοντες ἰδοὺ οἱ δοῦλοί σου ἐν Γεθ (I Reis 2, 39)
καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ καὶ ἐπορεύθη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γεθ (I Reis 2, 40)
καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι ἐπορεύθη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ (I Reis 2, 41)
καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ιερουσαλημ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ (I Reis 2, 42)
καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν ἣν ἐνετειλάμην κατὰ σοῦ (I Reis 2, 43)
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεϊ σὺ οἶδας πᾶσαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου ἃ ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου (I Reis 2, 44)
καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰῶνα (I Reis 2, 45)