Fondare 27855 Risultati per: Καὶ
καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγαδ καὶ παρενέβαλον εἰς Ετεβαθα (Números 33, 33)
καὶ ἀπῆραν ἐξ Ετεβαθα καὶ παρενέβαλον εἰς Εβρωνα (Números 33, 34)
καὶ ἀπῆραν ἐξ Εβρωνα καὶ παρενέβαλον εἰς Γεσιωνγαβερ (Números 33, 35)
καὶ ἀπῆραν ἐκ Γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σιν καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαραν αὕτη ἐστὶν Καδης (Números 33, 36)
καὶ ἀπῆραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς Εδωμ (Números 33, 37)
καὶ ἀνέβη Ααρων ὁ ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός (Números 33, 38)
καὶ Ααρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὅτε ἀπέθνῃσκεν ἐν Ωρ τῷ ὄρει (Números 33, 39)
καὶ ἀκούσας ὁ Χανανις βασιλεὺς Αραδ καὶ οὗτος κατῴκει ἐν γῇ Χανααν ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ισραηλ (Números 33, 40)
καὶ ἀπῆραν ἐξ Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνα (Números 33, 41)
καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Φινω (Números 33, 42)
καὶ ἀπῆραν ἐκ Φινω καὶ παρενέβαλον εἰς Ωβωθ (Números 33, 43)
καὶ ἀπῆραν ἐξ Ωβωθ καὶ παρενέβαλον ἐν Γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωαβ (Números 33, 44)