Fondare 27855 Risultati per: Καὶ
καὶ ἐμπαίξουσιν αὐτῶ καὶ ἐμπτύσουσιν αὐτῶ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. (São Marcos 10, 34)
καὶ προσπορεύονται αὐτῶ ἰάκωβος καὶ ἰωάννης οἱ υἱοὶ ζεβεδαίου λέγοντες αὐτῶ, διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. (São Marcos 10, 35)
οἱ δὲ εἶπαν αὐτῶ, δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. (São Marcos 10, 37)
οἱ δὲ εἶπαν αὐτῶ, δυνάμεθα. ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, (São Marcos 10, 39)
καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ἰακώβου καὶ ἰωάννου. (São Marcos 10, 41)
καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ἰησοῦς λέγει αὐτοῖς, οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. (São Marcos 10, 42)
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· (São Marcos 10, 44)
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. (São Marcos 10, 45)
καὶ ἔρχονται εἰς ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς τιμαίου βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. (São Marcos 10, 46)
καὶ ἀκούσας ὅτι ἰησοῦς ὁ ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, υἱὲ δαυὶδ ἰησοῦ, ἐλέησόν με. (São Marcos 10, 47)
καὶ ἐπετίμων αὐτῶ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῶ μᾶλλον ἔκραζεν, υἱὲ δαυίδ, ἐλέησόν με. (São Marcos 10, 48)
καὶ στὰς ὁ ἰησοῦς εἶπεν, φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῶ, θάρσει, ἔγειρε, φωνεῖ σε. (São Marcos 10, 49)