Fondare 27855 Risultati per: Καὶ
καὶ ἔλεγεν αὐτοῖς, ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. (São Marcos 6, 10)
καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. (São Marcos 6, 11)
καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν, (São Marcos 6, 12)
καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον. (São Marcos 6, 13)
καὶ ἤκουσεν ὁ βασιλεὺς ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῶ. (São Marcos 6, 14)
αὐτὸς γὰρ ὁ ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· (São Marcos 6, 17)
ἡ δὲ ἡρῳδιὰς ἐνεῖχεν αὐτῶ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· (São Marcos 6, 19)
ὁ γὰρ ἡρῴδης ἐφοβεῖτο τὸν ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. (São Marcos 6, 20)
καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς γαλιλαίας, (São Marcos 6, 21)
καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ ἡρῳδιάδος καὶ ὀρχησαμένης, ἤρεσεν τῶ ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν ὁ βασιλεὺς τῶ κορασίῳ, αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· (São Marcos 6, 22)
καὶ ὤμοσεν αὐτῇ [πολλά], ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. (São Marcos 6, 23)
καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, τί αἰτήσωμαι; ἡ δὲ εἶπεν, τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτίζοντος. (São Marcos 6, 24)