Mosaico decorativo

Fondare 27855 Risultati per: Καὶ

  • καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. (São Marcos 1, 39)

  • καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν [καὶ γονυπετῶν] καὶ λέγων αὐτῶ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. (São Marcos 1, 40)

  • καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῶ, θέλω, καθαρίσθητι· (São Marcos 1, 41)

  • καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. (São Marcos 1, 42)

  • καὶ ἐμβριμησάμενος αὐτῶ εὐθὺς ἐξέβαλεν αὐτόν, (São Marcos 1, 43)

  • καὶ λέγει αὐτῶ, ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῶ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν μωϊσῆς, εἰς μαρτύριον αὐτοῖς. (São Marcos 1, 44)

  • ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ἐπ᾽ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν. (São Marcos 1, 45)

  • καὶ εἰσελθὼν πάλιν εἰς καφαρναοὺμ δι᾽ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. (São Marcos 2, 1)

  • καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. (São Marcos 2, 2)

  • καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. (São Marcos 2, 3)

  • καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῶ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. (São Marcos 2, 4)

  • καὶ ἰδὼν ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῶ παραλυτικῶ, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι. (São Marcos 2, 5)


"O bem dura eternamente." São Padre Pio de Pietrelcina