Mosaico decorativo

Fondare 27855 Risultati per: Καὶ

  • καὶ εἶπα πρὸς αὐτόν ποῦ σὺ πορεύῃ καὶ εἶπεν πρός με διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος (Zacarias 2, 6)

  • καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ (Zacarias 2, 7)

  • καὶ εἶπεν πρὸς αὐτὸν λέγων δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς (Zacarias 2, 8)

  • καὶ ἐγὼ ἔσομαι αὐτῇ λέγει κύριος τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς (Zacarias 2, 9)

  • διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με (Zacarias 2, 13)

  • τέρπου καὶ εὐφραίνου θύγατερ Σιων διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου λέγει κύριος (Zacarias 2, 14)

  • καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ (Zacarias 2, 15)

  • καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ (Zacarias 2, 16)

  • καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ (Zacarias 3, 1)

  • καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός (Zacarias 3, 2)

  • καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου (Zacarias 3, 3)

  • καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη (Zacarias 3, 4)


"Procuremos servir ao Senhor com todo o coração e com toda a vontade." São Padre Pio de Pietrelcina