Fondare 27855 Risultati per: Καὶ
ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν (Eclesiástico 51, 22)
ἐγγίσατε πρός με ἀπαίδευτοι καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας (Eclesiástico 51, 23)
τί ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα (Eclesiástico 51, 24)
ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου (Eclesiástico 51, 25)
τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν ἐγγύς ἐστιν εὑρεῖν αὐτήν (Eclesiástico 51, 26)
ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν (Eclesiástico 51, 27)
μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ (Eclesiástico 51, 28)
εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ (Eclesiástico 51, 29)
ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ (Eclesiástico 51, 30)
ὅρασις ἣν εἶδεν Ησαιας υἱὸς Αμως ἣν εἶδεν κατὰ τῆς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλείᾳ Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου οἳ ἐβασίλευσαν τῆς Ιουδαίας (Isaías 1, 1)
ἄκουε οὐρανέ καὶ ἐνωτίζου γῆ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν (Isaías 1, 2)
ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ Ισραηλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν (Isaías 1, 3)