Fondare 27855 Risultati per: Καὶ
ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν (Eclesiástico 47, 8)
καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη (Eclesiástico 47, 9)
ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα (Eclesiástico 47, 10)
κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ (Eclesiástico 47, 11)
μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι’ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ (Eclesiástico 47, 12)
Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν ἵνα στήσῃ οἶκον ἐπ’ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα (Eclesiástico 47, 13)
ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως (Eclesiástico 47, 14)
γῆν ἐπεκάλυψεν ἡ ψυχή σου καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων (Eclesiástico 47, 15)
εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου (Eclesiástico 47, 16)
ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι (Eclesiástico 47, 17)
ἐν ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον (Eclesiástico 47, 18)
παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου (Eclesiástico 47, 19)