Fondare 188 Risultati per: Ιωναθαν

  • καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν (I Macabeus 9, 28)

  • καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ (I Macabeus 9, 31)

  • καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ (I Macabeus 9, 33)

  • μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν μετὰ παραπομπῆς μεγάλης (I Macabeus 9, 37)

  • καὶ εἶπεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν (I Macabeus 9, 44)

  • καὶ συνῆψεν ὁ πόλεμος καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην καὶ ἐξέκλινεν ἀπ’ αὐτοῦ εἰς τὰ ὀπίσω (I Macabeus 9, 47)

  • καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ’ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν καὶ οὐ διέβησαν ἐπ’ αὐτοὺς τὸν Ιορδάνην (I Macabeus 9, 48)

  • καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ (I Macabeus 9, 58)

  • καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν (I Macabeus 9, 60)

  • καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς καὶ ἐστερέωσαν αὐτήν (I Macabeus 9, 62)

  • καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ (I Macabeus 9, 65)

  • καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν (I Macabeus 9, 70)


“Esforce-se, mesmo se for um pouco, mas sempre…” São Padre Pio de Pietrelcina