Fondare 2453 Risultati per: Ισραηλ
καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα (Números 26, 64)
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἄνθρωπος ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ᾖ αὐτῷ περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ (Números 27, 8)
ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ κληρονομήσει τὰ αὐτοῦ καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ισραηλ δικαίωμα κρίσεως καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 27, 11)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν τοῦτο ὄρος Ναβαυ καὶ ἰδὲ τὴν γῆν Χανααν ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ ἐν κατασχέσει (Números 27, 12)
καὶ δώσεις τῆς δόξης σου ἐπ’ αὐτόν ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ισραηλ (Números 27, 20)
καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως στήσεται καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι κυρίου ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή (Números 27, 21)
ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου (Números 28, 2)
καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος τῷ Μωυσῇ (Números 30, 1)
καὶ ἐλάλησεν Μωυσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν Ισραηλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος (Números 30, 2)
ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ισραηλ ἐκ τῶν Μαδιανιτῶν καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου (Números 31, 2)
χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς ἐκ πασῶν φυλῶν Ισραηλ ἀποστείλατε παρατάξασθαι (Números 31, 4)
καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλῆς δώδεκα χιλιάδες ἐνωπλισμένοι εἰς παράταξιν (Números 31, 5)