Fondare 3209 Risultati per: Θεό
καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος (Juízes 6, 40)
καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν (Juízes 7, 14)
καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν (Juízes 8, 34)
καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων (Juízes 9, 9)
καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων (Juízes 9, 13)
καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων καὶ ἠθέτησαν ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ (Juízes 9, 23)
καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Αβιμελεχ (Juízes 9, 27)
καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Αβιμελεχ ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ (Juízes 9, 56)
καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν καὶ ἐπῆλθεν ἐπ’ αὐτοὺς ἡ κατάρα Ιωαθαν υἱοῦ Ιεροβααλ (Juízes 9, 57)
καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Αραδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς Φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ (Juízes 10, 6)
καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλιμ (Juízes 10, 10)
καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς (Juízes 10, 13)