Mosaico decorativo

Fondare 3858 Risultati per: Θεού του Ισραήλ

  • καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν Ιερουσαλημ κατὰ τὴν γραφὴν βιβλίου Μωυσῆ (Neemias 6, 18)

  • καὶ ἔφαγον οἱ υἱοὶ Ισραηλ τὸ πασχα οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι κύριον θεὸν Ισραηλ (Neemias 6, 21)

  • καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ’ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ θεοῦ Ισραηλ (Neemias 6, 22)

  • αὐτὸς Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν κύριος ὁ θεὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς ὅτι χεὶρ κυρίου θεοῦ αὐτοῦ ἐπ’ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός (Neemias 7, 6)

  • καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευιτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ εἰς Ιερουσαλημ ἐν ἔτει ἑβδόμῳ τῷ Αρθασασθα τῷ βασιλεῖ (Neemias 7, 7)

  • ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ιερουσαλημ ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ’ αὐτόν (Neemias 7, 9)

  • ὅτι Εσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ισραηλ προστάγματα καὶ κρίματα (Neemias 7, 10)

  • καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Αρθασασθα τῷ Εσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ισραηλ (Neemias 7, 11)

  • Αρθασασθα βασιλεὺς βασιλέων Εσδρα γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις (Neemias 7, 12)

  • ἀπ’ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ὁ ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ισραηλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ιερουσαλημ μετὰ σοῦ πορευθῆναι (Neemias 7, 13)

  • ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου (Neemias 7, 14)

  • καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ θεῷ τοῦ Ισραηλ τῷ ἐν Ιερουσαλημ κατασκηνοῦντι (Neemias 7, 15)


"Reflita no que escreve, pois o Senhor vai lhe pedir contas disso." São Padre Pio de Pietrelcina