Fondare 11889 Risultati per: Εἷς
ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς φίλιππον λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ἰερουσαλὴμ εἰς γάζαν· αὕτη ἐστὶν ἔρημος. (Atos dos Apóstolos 8, 26)
καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδοὺ ἀνὴρ αἰθίοψ εὐνοῦχος δυνάστης κανδάκης βασιλίσσης αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς ἰερουσαλήμ, (Atos dos Apóstolos 8, 27)
προσδραμὼν δὲ ὁ φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ἠσαΐαν τὸν προφήτην, καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; (Atos dos Apóstolos 8, 30)
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῶ φιλίππῳ εἶπεν, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; (Atos dos Apóstolos 8, 34)
καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. (Atos dos Apóstolos 8, 38)
φίλιππος δὲ εὑρέθη εἰς ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς καισάρειαν. (Atos dos Apóstolos 8, 40)
ὁ δὲ σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῶ ἀρχιερεῖ (Atos dos Apóstolos 9, 1)
ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ἰερουσαλήμ. (Atos dos Apóstolos 9, 2)
καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῶ, σαοὺλ σαούλ, τί με διώκεις; (Atos dos Apóstolos 9, 4)
εἶπεν δέ, τίς εἶ, κύριε; ὁ δέ, ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις· (Atos dos Apóstolos 9, 5)
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν. (Atos dos Apóstolos 9, 6)
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῶ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. (Atos dos Apóstolos 9, 7)