Fondare 11889 Risultati per: Εἷς
δέκα πήχεων ποιήσεις τὸν στῦλον τὸν ἕνα καὶ πήχεος ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός (Êxodo 26, 16)
δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνὶ ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ οὕτως ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς (Êxodo 26, 17)
καὶ ποιήσεις στύλους τῇ σκηνῇ εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βορρᾶν (Êxodo 26, 18)
καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ (Êxodo 26, 19)
καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ (Êxodo 26, 21)
καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους (Êxodo 26, 22)
καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων (Êxodo 26, 23)
καὶ ἔσται ἐξ ἴσου κάτωθεν κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλίδων εἰς σύμβλησιν μίαν οὕτως ποιήσεις ἀμφοτέραις ταῖς δυσὶν γωνίαις ἔστωσαν (Êxodo 26, 24)
καὶ ἔσονται ὀκτὼ στῦλοι καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δέκα ἕξ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί (Êxodo 26, 25)
καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς (Êxodo 26, 26)
καὶ ὁ μοχλὸς ὁ μέσος ἀνὰ μέσον τῶν στύλων διικνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος (Êxodo 26, 28)
καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ καὶ τοὺς δακτυλίους ποιήσεις χρυσοῦς εἰς οὓς εἰσάξεις τοὺς μοχλούς καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίῳ (Êxodo 26, 29)