Fondare 11889 Risultati per: Εἰς
εἰσῆλθεν δὲ σατανᾶς εἰς ἰούδαν τὸν καλούμενον ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· (São Lucas 22, 3)
οἱ δὲ εἶπαν αὐτῶ, ποῦ θέλεις ἑτοιμάσωμεν; (São Lucas 22, 9)
ὁ δὲ εἶπεν αὐτοῖς, ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῶ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. (São Lucas 22, 10)
καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· (São Lucas 22, 17)
καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. (São Lucas 22, 19)
ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. (São Lucas 22, 25)
ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. (São Lucas 22, 26)
ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· (São Lucas 22, 28)
ὁ δὲ εἶπεν αὐτῶ, κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. (São Lucas 22, 33)
καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῶ καὶ οἱ μαθηταί. (São Lucas 22, 39)
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. (São Lucas 22, 40)
καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο (São Lucas 22, 41)