Fondare 221 Risultati per: Εύα
καὶ ἐγένετο ἐν τῶ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῶ, (São Lucas 8, 1)
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. (São Lucas 9, 6)
ὁ νόμος καὶ οἱ προφῆται μέχρι ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται. (São Lucas 16, 16)
καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῶ ἱερῶ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, (São Lucas 20, 1)
ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. (Atos dos Apóstolos 2, 13)
πᾶσάν τε ἡμέραν ἐν τῶ ἱερῶ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν χριστόν, ἰησοῦν. (Atos dos Apóstolos 5, 42)
οἱ μὲν οὗν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. (Atos dos Apóstolos 8, 4)
ὅτε δὲ ἐπίστευσαν τῶ φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος ἰησοῦ χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. (Atos dos Apóstolos 8, 12)
ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις, (Atos dos Apóstolos 10, 10)
τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ _ οὖτός ἐστιν πάντων κύριος _ (Atos dos Apóstolos 10, 36)
ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες κύπριοι καὶ κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον ἰησοῦν. (Atos dos Apóstolos 11, 20)
καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, (Atos dos Apóstolos 13, 32)