Mosaico decorativo

Fondare 11645 Risultati per: Δὲ

  • ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν παῦλον. (Atos dos Apóstolos 21, 32)

  • τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς. (Atos dos Apóstolos 21, 33)

  • ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῶ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. (Atos dos Apóstolos 21, 34)

  • ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου, (Atos dos Apóstolos 21, 35)

  • μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ παῦλος λέγει τῶ χιλιάρχῳ, εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη, ἑλληνιστὶ γινώσκεις; (Atos dos Apóstolos 21, 37)

  • εἶπεν δὲ ὁ παῦλος, ἐγὼ ἄνθρωπος μέν εἰμι ἰουδαῖος, ταρσεὺς τῆς κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. (Atos dos Apóstolos 21, 39)

  • ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῶ λαῶ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ ἑβραΐδι διαλέκτῳ λέγων, (Atos dos Apóstolos 21, 40)

  • ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας _ (Atos dos Apóstolos 22, 1)

  • ἀκούσαντες δὲ ὅτι τῇ ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν _ (Atos dos Apóstolos 22, 2)

  • ἐγώ εἰμι ἀνὴρ ἰουδαῖος, γεγεννημένος ἐν ταρσῶ τῆς κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· (Atos dos Apóstolos 22, 3)

  • ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, (Atos dos Apóstolos 22, 4)

  • ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. (Atos dos Apóstolos 22, 5)


"No juízo final daremos contas a Deus até de uma palavra inútil que tenhamos dito." São Padre Pio de Pietrelcina