Mosaico decorativo

Fondare 11645 Risultati per: Δὲ

  • καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὖ [οὐ] δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν. (Atos dos Apóstolos 19, 40)

  • μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς μακεδονίαν. (Atos dos Apóstolos 20, 1)

  • διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῶ ἦλθεν εἰς τὴν ἑλλάδα, (Atos dos Apóstolos 20, 2)

  • συνείπετο δὲ αὐτῶ σώπατρος πύρρου βεροιαῖος, θεσσαλονικέων δὲ ἀρίσταρχος καὶ σεκοῦνδος, καὶ γάϊος δερβαῖος καὶ τιμόθεος, ἀσιανοὶ δὲ τυχικὸς καὶ τρόφιμος. (Atos dos Apóstolos 20, 4)

  • οὖτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν τρῳάδι· (Atos dos Apóstolos 20, 5)

  • ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά. (Atos dos Apóstolos 20, 6)

  • ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. (Atos dos Apóstolos 20, 7)

  • ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῶ ὑπερῴῳ οὖ ἦμεν συνηγμένοι· (Atos dos Apóstolos 20, 8)

  • καθεζόμενος δέ τις νεανίας ὀνόματι εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. (Atos dos Apóstolos 20, 9)

  • καταβὰς δὲ ὁ παῦλος ἐπέπεσεν αὐτῶ καὶ συμπεριλαβὼν εἶπεν, μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῶ ἐστιν. (Atos dos Apóstolos 20, 10)

  • ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν. (Atos dos Apóstolos 20, 11)

  • ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. (Atos dos Apóstolos 20, 12)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos." São Padre Pio de Pietrelcina