Fondare 11645 Risultati per: Δὲ
καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου (Ezequiel 4, 8)
καὶ σὺ λαβὲ σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους καὶ κατ’ ἀριθμὸν τῶν ἡμερῶν ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά (Ezequiel 4, 9)
καὶ ἐρεῖς τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ οὕτως φάγονται οἱ υἱοὶ Ισραηλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν (Ezequiel 4, 13)
καὶ εἶπα μηδαμῶς κύριε θεὲ τοῦ Ισραηλ ἰδοὺ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον (Ezequiel 4, 14)
καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ιερουσαλημ καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται (Ezequiel 4, 16)
ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν (Ezequiel 4, 17)
τάδε λέγει κύριος αὕτη ἡ Ιερουσαλημ ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας (Ezequiel 5, 5)
διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ’ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε ἀλλ’ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε (Ezequiel 5, 7)
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν (Ezequiel 5, 8)
καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου (Ezequiel 5, 9)
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος εἰ μὴ ἀνθ’ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῖς βδελύγμασίν σου κἀγὼ ἀπώσομαί σε οὐ φείσεταί μου ὁ ὀφθαλμός κἀγὼ οὐκ ἐλεήσω (Ezequiel 5, 11)
καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος (Ezequiel 5, 14)