Fondare 11645 Risultati per: Δὲ
ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα θεοῦ νίκην μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ’ οἰκίαν ὄντι συνεκέντησεν (II Macabeus 13, 15)
ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην (II Macabeus 13, 17)
ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους (II Macabeus 13, 18)
τοῖς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν (II Macabeus 13, 20)
προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ροδοκος ἐκ τῆς Ιουδαϊκῆς τάξεως ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη (II Macabeus 13, 21)
ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσουροις δεξιὰν ἔδωκεν ἔλαβεν ἀπῄει προσέβαλεν τοῖς περὶ τὸν Ιουδαν ἥττων ἐγένετο (II Macabeus 13, 22)
ἦλθεν εἰς Πτολεμαίδα ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις (II Macabeus 13, 25)
προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας ἀπελογήσατο ἐνδεχομένως συνέπεισεν κατεπράυνεν εὐμενεῖς ἐποίησεν ἀνέζευξεν εἰς Ἀντιόχειαν οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησεν (II Macabeus 13, 26)
μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου (II Macabeus 14, 1)
Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος (II Macabeus 14, 3)
ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν (II Macabeus 14, 4)
καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι πρὸς ταῦτα ἔφη (II Macabeus 14, 5)