Fondare 2453 Risultati per: Βασιλιάδες του Ισραήλ
καὶ ἐπιστεύθη Δαυιδ ἐν τῷ Αγχους σφόδρα λέγων ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ισραηλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα (I Samuel 27, 12)
καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ καὶ εἶπεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ’ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου (I Samuel 28, 1)
καὶ Σαμουηλ ἀπέθανεν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς (I Samuel 28, 3)
καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε (I Samuel 28, 4)
καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοφύλων (I Samuel 28, 19)
καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αφεκ καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ (I Samuel 29, 1)
καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὗτοι καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ γέγονεν μεθ’ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ’ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης (I Samuel 29, 3)
καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ (I Samuel 29, 11)
καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ισραηλ ἕως τῆς σήμερον (I Samuel 30, 25)
καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουε (I Samuel 31, 1)
καὶ εἶδον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς (I Samuel 31, 7)
καὶ εἶπεν αὐτῷ Δαυιδ πόθεν σὺ παραγίνῃ καὶ εἶπεν πρὸς αὐτόν ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι (II Samuel 1, 3)