Fondare 3751 Risultati per: Αὐτῶν
οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος (I Crônicas 4, 38)
καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν (I Crônicas 4, 39)
καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν (I Crônicas 4, 40)
καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ’ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ’ αὐτῶν ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ (I Crônicas 4, 41)
καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν (I Crônicas 4, 42)
καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια (I Crônicas 5, 7)
καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλααδ (I Crônicas 5, 9)
καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ’ ἀνατολὰς τῆς Γαλααδ (I Crônicas 5, 10)
υἱοὶ Γαδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασαν ἕως Σελχα (I Crônicas 5, 11)
καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν Μιχαηλ Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ ἑπτά (I Crônicas 5, 13)
κατῴκουν ἐν Γαλααδ ἐν Βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου (I Crônicas 5, 16)
καὶ κατίσχυσαν ἐπ’ αὐτῶν καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς ὅτι ἤλπισαν ἐπ’ αὐτόν (I Crônicas 5, 20)