Fondare 2356 Risultati per: Αὐτὸν
ἐὰν δὲ δι’ ἔχθραν ὤσῃ αὐτὸν καὶ ἐπιρρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου καὶ ἀποθάνῃ (Números 35, 20)
ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω ὁ πατάξας φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονεύων ὁ ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ (Números 35, 21)
ἐὰν δὲ ἐξάπινα οὐ δι’ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου (Números 35, 22)
καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ (Números 35, 25)
καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα οὐκ ἔνοχός ἐστιν (Números 35, 27)
πλὴν Χαλεβ υἱὸς Ιεφοννη οὗτος ὄψεται αὐτήν καὶ τούτῳ δώσω τὴν γῆν ἐφ’ ἣν ἐπέβη καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς κύριον (Deuteronômio 1, 36)
Ἰησοῦς υἱὸς Ναυη ὁ παρεστηκώς σοι οὗτος εἰσελεύσεται ἐκεῖ αὐτὸν κατίσχυσον ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ισραηλ (Deuteronômio 1, 38)
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Αρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἐνάρχου κληρονομεῖν σύναπτε πρὸς αὐτὸν πόλεμον (Deuteronômio 2, 24)
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ (Deuteronômio 2, 33)
καὶ εἶπεν κύριος πρός με μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηων βασιλεῖ τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων (Deuteronômio 3, 2)
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα (Deuteronômio 3, 3)
καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν ἣν ἑώρακας (Deuteronômio 3, 28)