Fondare 1753 Risultati per: Αὐτοῖς
καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ’ αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν (I Macabeus 8, 7)
καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς καὶ ἀπέστειλαν ἐπ’ αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης (I Macabeus 8, 10)
καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν (I Macabeus 8, 11)
καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ ἄρχειν αὐτῶν κατ’ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν καὶ πάντες ἀκούουσιν τοῦ ἑνός καὶ οὐκ ἔστιν φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς (I Macabeus 8, 16)
καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ εἶναι παρ’ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας (I Macabeus 8, 22)
συμμαχήσει τὸ ἔθνος τῶν Ιουδαίων ὡς ἂν ὁ καιρὸς ὑπογράφῃ αὐτοῖς καρδίᾳ πλήρει (I Macabeus 8, 25)
κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ιουδαίων συμβῇ προτέροις πόλεμος συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ (I Macabeus 8, 27)
ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς (I Macabeus 8, 32)
καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι (I Macabeus 9, 11)
καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς (I Macabeus 9, 26)
καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς (I Macabeus 9, 27)
καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν (I Macabeus 9, 35)