Fondare 6961 Risultati per: Αυτού Μεγαλειότητα
καὶ ἀναστήσεται φυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καθ’ ἑαυτόν καὶ ἥξει ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει (Daniel 11, 7)
καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ (Daniel 11, 9)
καὶ ὁ υἱὸς αὐτοῦ καὶ ἐρεθισθήσεται καὶ συνάξει συναγωγὴν ὄχλου πολλοῦ καὶ εἰσελεύσεται κατ’ αὐτὴν κατασύρων παρελεύσεται καὶ ἐπιστρέψει καὶ παροξυνθήσεται ἐπὶ πολύ (Daniel 11, 10)
καὶ ὀργισθήσεται βασιλεὺς Αἰγύπτου καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ καὶ παραδοθήσεται ἡ συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ (Daniel 11, 11)
καὶ λήψεται τὴν συναγωγήν καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ φοβηθῇ (Daniel 11, 12)
καὶ ἐπελεύσεται βασιλεὺς βορρᾶ καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται μετὰ τῶν δυναστῶν αὐτοῦ καὶ οὐκ ἔσται αὐτῷ ἰσχὺς εἰς τὸ ἀντιστῆναι αὐτῷ (Daniel 11, 15)
καὶ ποιήσει ὁ εἰσπορευόμενος ἐπ’ αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ καὶ οὐκ ἔσται ὁ ἀνθεστηκὼς ἐναντίον αὐτοῦ καὶ στήσεται ἐν τῇ χώρᾳ καὶ ἐπιτελεσθήσεται πάντα ἐν ταῖς χερσὶν αὐτοῦ (Daniel 11, 16)
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπελθεῖν βίᾳ πᾶν τὸ ἔργον αὐτοῦ καὶ συνθήκας μετ’ αὐτοῦ ποιήσεται καὶ θυγατέρα ἀνθρώπου δώσει αὐτῷ εἰς τὸ φθεῖραι αὐτήν καὶ οὐ πείσεται καὶ οὐκ ἔσται (Daniel 11, 17)
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὴν θάλασσαν καὶ λήψεται πολλοὺς καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμοῦ αὐτῶν ἐν ὅρκῳ κατὰ τὸν ὀνειδισμὸν αὐτοῦ (Daniel 11, 18)
ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ καὶ προσκόψει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται (Daniel 11, 19)
καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας εἰς ἀνάστασιν ἀνὴρ τύπτων δόξαν βασιλέως καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ (Daniel 11, 20)
καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταφρόνητος καὶ οὐ δοθήσεται ἐπ’ αὐτὸν δόξα βασιλέως καὶ ἥξει ἐξάπινα κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ (Daniel 11, 21)