Mosaico decorativo

Fondare 6961 Risultati per: Αυτού Μεγαλειότητα

  • καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς (Judite 12, 19)

  • ὡς δὲ ὀψία ἐγένετο ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν ἦσαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον (Judite 13, 1)

  • ὑπελείφθη δὲ Ιουδιθ μόνη ἐν τῇ σκηνῇ καὶ Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος (Judite 13, 2)

  • καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ στᾶσα Ιουδιθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς κύριε ὁ θεὸς πάσης δυνάμεως ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ιερουσαλημ (Judite 13, 4)

  • καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἦν πρὸς κεφαλῆς Ολοφέρνου καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ’ αὐτοῦ (Judite 13, 6)

  • καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπεν κραταίωσόν με κύριε ὁ θεὸς Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ (Judite 13, 7)

  • καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύι αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ ἀπ’ αὐτοῦ (Judite 13, 8)

  • καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνώπιον ἀπὸ τῶν στύλων καὶ μετ’ ὀλίγον ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ολοφέρνου (Judite 13, 9)

  • ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ μεγάλῃ αἰνεῖτε τὸν θεόν αἰνεῖτε αἰνεῖτε τὸν θεόν ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ισραηλ ἀλλ’ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ (Judite 13, 14)

  • καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ καὶ ἰδοὺ τὸ κωνώπιον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας (Judite 13, 15)

  • καὶ ζῇ κύριος ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου ᾗ ἐπορεύθην ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ’ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην (Judite 13, 16)

  • καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ τοῦ οἴκου Οζια ὡς δὲ ἦλθεν καὶ εἶδεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ (Judite 14, 6)


"No tumulto das paixões terrenas, surge a grande esperança da misericórdia inexorável de Deus." São Padre Pio de Pietrelcina