Fondare 6961 Risultati per: Αυτού Μεγαλειότητα
καὶ εἶπεν Ελισαιε ζῇ κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ λήμψομαι καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησεν (II Reis 5, 16)
καὶ εἶπεν Ελισαιε πρὸς Ναιμαν δεῦρο εἰς εἰρήνην καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ εἰς δεβραθα τῆς γῆς (II Reis 5, 19)
καὶ εἶπεν Γιεζι τὸ παιδάριον Ελισαιε ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμαν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχεν ζῇ κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ’ αὐτοῦ τι (II Reis 5, 20)
καὶ ἐδίωξε Γιεζι ὀπίσω τοῦ Ναιμαν καὶ εἶδεν αὐτὸν Ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ (II Reis 5, 21)
καὶ εἶπεν Ναιμαν λαβὲ διτάλαντον ἀργυρίου καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ καὶ ἦραν ἔμπροσθεν αὐτοῦ (II Reis 5, 23)
καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε πόθεν Γιεζι καὶ εἶπεν Γιεζι οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα (II Reis 5, 25)
καὶ ἡ λέπρα Ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών (II Reis 5, 27)
καὶ εἶπεν ὕψωσον σαυτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτό (II Reis 6, 7)
καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλῶ (II Reis 6, 8)
καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ Ισραηλ (II Reis 6, 11)
καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ οὐχί κύριέ μου βασιλεῦ ὅτι Ελισαιε ὁ προφήτης ὁ ἐν Ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ Ισραηλ πάντας τοὺς λόγους οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου (II Reis 6, 12)
καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν κύριε διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε (II Reis 6, 17)