Mosaico decorativo

1. Estos son los pueblos que Yahveh dejó subsistir para probar con ellos a Israel, a cuantos no habían conocido ninguna de las guerras de Canaán.

1. καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν

2. (Era sólo para que aprendieran las generaciones de los hijos de Israel, para enseñarles el arte de la guerra; por lo menos los que antes no lo habían conocido):

2. πλὴν διὰ τὰς γενεὰς υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά

3. los cinco príncipes de los filisteos y todos los cananeos, los sidonios y los hititas que vivían en el monte Líbano, desde la montaña de Baal Hermón hasta la entrada de Jamat.

3. τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Αερμων ἕως Λαβωεμαθ

4. Sirvieron para probar con ellos a Israel, a ver si guardaban los mandamientos que Yahveh había prescrito a sus padres por medio de Moisés.

4. καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ

5. Y los israelitas habitaron en medio de los cananeos, hititas, amorreos, perizitas, jivitas y jebuseos;

5. καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου

6. se casaron con sus hijas, dieron sus propias hijas a los hijos de aquellos y sirvieron a sus dioses.

6. καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν

7. Los israelitas hicieron lo que desagradaba a Yahveh. Se olvidaron de Yahveh su Dios y sirvieron a los Baales y a las Aserás.

7. καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν

8. Se encendió la ira de Yahveh contra Israel y los dejó a merced de Kusán Riseatáyim, rey de Edom, y los israelitas sirvieron a Kusán Riseatáyim durante ocho años.

8. καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαιμ βασιλέως Συρίας ποταμῶν καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Χουσαρσαθαιμ ἔτη ὀκτώ

9. Los israelitas clamaron a Yahveh y Yahveh suscitó a los israelitas un libertador que los salvó: Otniel, hijo de Quenaz y hermano menor de Caleb.

9. καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφοῦ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν

10. El espíritu de Yahveh vino sobre él, fue juez de Israel y salió a la guerra. Yahveh puso en sus manos a Kusán Riseatáyim, rey de Edom y triumfó sobre Kusán Riseatáyim.

10. καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμῶν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαιμ

11. El país quedó tranquilo cuarenta años. Y murió Otniel, hijo de Quenaz.

11. καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ

12. Los israelitas volvieron a hacer lo que desagradaba a Yahveh; y Yahveh fortaleció a Eglón, rey de Moab, por encima de Israel, porque hacían lo que desagradaba a Yahveh.

12. καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου

13. A Eglón se le juntaron los hijos de Ammón y de Amalec; salió y derrotó a Israel, y tomó la ciudad de las Palmeras.

13. καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων

14. Los israelitas estuvieron sometidos a Eglón, rey de Moab, dieciocho años.

14. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ

15. Entonces los israelitas clamaron a Yahveh y Yahveh les suscitó un libertador: Ehúd, hijo de Guerá, benjaminita, que era zurdo. Los israelitas le encargaron de llevar el tributo a Eglón, rey de Moab.

15. καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν τοῦ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ

16. Ehúd se hizo un puñal de dos filos, de un codo de largo, se lo ciño debajo de la ropa sobre el muslo derecho,

16. καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον σπιθαμῆς τὸ μῆκος αὐτῆς καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ

17. y presentó el tributo a Eglón, rey de Moab. Eglón era un hombre muy obeso.

17. καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα

18. En cuanto terminó de presentar el tributo, Ehúd mandó marchar a la gente que había llevado el tributo;

18. καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα

19. pero él, al llegar a los Idolos que hay en la región de Guilgal, volvió otra vez y dijo: «Tengo un mensaje secreto para ti ¡oh rey!» El rey respondió: ¡Silencio!» y salieron de su presencia todos los que estaban con él.

19. καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγαλ καὶ εἶπεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν Εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ’ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ’ αὐτόν

20. Ehúd se le acercó . El rey estaba sentado en su galería fresca particular. Ehúd le dijo: «Tengo una palabra de Dios para tí.» El rey se levantó de su silla.

20. καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος καὶ εἶπεν Αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ

21. Ehúd alargó su mano izquierda, cogió el puñal de su cadera derecha y se lo hundió en el vientre.

21. καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ

22. Detrás de la hoja entró incluso el mango, y la grasa se cerró sobre la hoja, pues Ehúd no le sacó el puñal del vientre. Luego escapó por la ventana.

22. καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν Αωδ τὴν προστάδα

23. Ehúd salió por el pórtico; había cerrado tras de sí las puertas de la galería y echado el cerrojo.

23. καὶ ἐξῆλθεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ’ αὐτοῦ καὶ ἐσφήνωσεν

24. Después que se fue, llegaron los criados y vieron que las puertas de la galería tenían echado el cerrojo. Y se dijeron para sí: «Sin duda se está cubriendo los pies en el aposento de la galería fresca.»

24. καὶ αὐτὸς ἐξῆλθεν καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι καὶ εἶπαν μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμιείῳ τῷ θερινῷ

25. Estuvieron esperando hasta quedar desconcertados, porque no acababan de abrirse las puertas de la galería. Cogieron la llave y abrieron. Su amo yacía en tierra, muerto.

25. καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς

26. Mientras esperaban, Ehúd había huido: había pasado los Idolos y se había puesto a salvo en Hasseirá.

26. καὶ Αωδ διεσώθη ἕως ἐθορυβοῦντο καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετιρωθα

27. En cuanto llegó tocó el cuerno en la montaña de Efraím y los israelitas bajaron con él de la montaña. El se puso al frente de ellos,

27. καὶ ἐγένετο ἡνίκα ἦλθεν Αωδ εἰς γῆν Ισραηλ καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Εφραιμ καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ ἀπὸ τοῦ ὄρους καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν

28. y les dijo: «Seguidme, porque Yahveh ha entregado a Moab, vuestro enemigo, en vuestras manos.» Bajaron tras él, cortaron a Moab los vados del Jordán y no dejaron pasar a nadie.

28. καὶ εἶπεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωαβ ἐν χειρὶ ἡμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι

29. Derrotaron en aquella ocasión a los de Moab; eran unos 10.000 hombres, todos fuertes y valientes, y no escapó ni uno.

29. καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ

30. Aquél día fue humillado Moab bajo la mano de Israel, y el país quedó tranquilo ochenta años.

30. καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ισραηλ καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν

31. Después de él vino Samgar, hijo de Anat. Derrotó a los filisteos, que eran seiscientos hombres, con una aguijada de bueyes; él también salvó a Israel.

31. καὶ μετ’ αὐτὸν ἀνέστη Σαμεγαρ υἱὸς Διναχ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ισραηλ



Olvasd el a Bibliát egy év alatt

Csatlakozz közösségünkhöz, és olvasd el a teljes Bibliát 365 nap alatt. Egy strukturált és inspiráló út a hited és a Szentírás ismeretének elmélyítéséhez.