Mosaico decorativo

1. And the Lord spoke to Moses, saying:

1. καὶ εἶπεν κύριος πρὸς Μωυσῆν

2. Speak to the children of Israel, and take of every one of them a rod by their kindreds, of all the princes of the tribes, twelve rods, and write the name of every man upon his rod.

2. καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ ὅτι ἡγίασαν

3. And the name of Aaron shall be for the tribe of Levi, and one rod shall contain all their families:

3. τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς περίθεμα τῷ θυσιαστηρίῳ ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ

4. And thou shalt lay them up in the tabernacle of the covenant before the testimony, where I will speak to thee.

4. καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ

5. Whomsoever of these I shall choose, his rod shall blossom: and I will make to cease from me the murmurings of the children of Israel, wherewith they murmur against you.

5. μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτοῦ καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ

6. And Moses spoke to the children of Israel: and all the princes gave him rods one for every tribe: and there were twelve rods besides the rod of Aaron.

6. καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ααρων λέγοντες ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου

7. And when Moses had laid them up before the Lord in the tabernacle of the testimony:

7. καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα κυρίου

8. He returned on the following day, and found that the rod of Aaron for the house of Levi, was budded: and that the buds swelling it had bloomed blossoms, which spreading the leaves, were formed into almonds.

8. καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου

9. Moses therefore brought out all the rods from before the Lord to all the children of Israel: and they saw, and every one received their rods.

9. καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων

10. And the Lord said to Moses: Carry back the rod of Aaron into the tabernacle of the testimony, that it may be kept there for a token of the rebellious children of Israel, and that their complaints may cease from me lest they die.

10. ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν

11. And Moses did as the Lord had commanded.

11. καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἦρκται θραύειν τὸν λαόν

12. And the children of Israel said to Moses: Behold we are consumed, we all perish.

12. καὶ ἔλαβεν Ααρων καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ

13. Whosoever approacheth to the tabernacle of the Lord, he dieth. Are we all to a man to be utterly destroyed?

13. καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων καὶ ἐκόπασεν ἡ θραῦσις

14.

14. καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε

15.

15. καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκόπασεν ἡ θραῦσις

16.

16. καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

17.

17. λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβὲ παρ’ αὐτῶν ῥάβδον ῥάβδον κατ’ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ

18.

18. καὶ τὸ ὄνομα Ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευι ἔστιν γὰρ ῥάβδος μία κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν

19.

19. καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ

20.

20. καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει καὶ περιελῶ ἀπ’ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ ἃ αὐτοὶ γογγύζουσιν ἐφ’ ὑμῖν

21.

21. καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ’ οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν

22.

22. καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου

23.

23. καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ααρων εἰς οἶκον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα

24.

24. καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ

25.

25. καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ’ ἐμοῦ καὶ οὐ μὴ ἀποθάνωσιν

26.

26. καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν

27.

27. καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα

28.

28. πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει ἕως εἰς τέλος ἀποθάνωμεν



Olvasd el a Bibliát egy év alatt

Csatlakozz közösségünkhöz, és olvasd el a teljes Bibliát 365 nap alatt. Egy strukturált és inspiráló út a hited és a Szentírás ismeretének elmélyítéséhez.