Mosaico decorativo

1. But when Nicanor understood that Judas was in the places of Samaria, he purposed to set upon him with all violence on the sabbath day.

1. ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν

2. And when the Jews that were constrained to follow him, said: Do not act so fiercely and barbarously, but give honour to the day that is sanctified: and reverence him that beholdeth all things:

2. τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ιουδαίων λεγόντων μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ’ ἁγιότητος ἡμέρᾳ

3. That unhappy man asked, if there were a mighty One in heaven, that had commanded the sabbath day to be kept.

3. ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν

4. And when they answered: There is the living Lord himself in heaven, the mighty One, that commanded the seventh day to be kept,

4. τῶν δ’ ἀποφηναμένων ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα

5. Then he said: And I am mighty upon the earth, and I command to take arms, and to do the king's business. Nevertheless he prevailed not to accomplish his design.

5. ὁ δὲ ἕτερος κἀγώ φησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα

6. So Nicanor being puffed up with exceeding great pride, thought to set up a public monument of his victory over Judas.

6. καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον

7. But Machabeus ever trusted with all hope that God would help them.

7. ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου

8. And he exhorted his people not to fear the coming of the nations, but to remember the help they had before received from heaven, and now to hope for victory from the Almighty.

8. καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ’ οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην

9. And speaking to them out of the law, and the prophets, and withal putting them in mind of the battles they had fought before, he made them more cheerful:

9. καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες προθυμοτέρους αὐτοὺς κατέστησεν

10. Then after he had encouraged them, he shewed withal the falsehood of the Gentiles, and their breach of oaths.

10. καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν

11. So he armed every one of them, not with defence of shield and spear, but with very good speeches and exhortations, and told them a dream worthy to be believed, whereby he rejoiced them all.

11. ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν

12. Now the vision was in this manner: Onias who had been high priest, a good and virtuous man, modest in his looks, gentle in his manners, and graceful in his speech, and who from a child was exercised in virtues, holding up his hands, prayed for all the people of the Jews:

12. ἦν δὲ ἡ τούτου θεωρία τοιάδε Ονιαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν αἰδήμονα μὲν τὴν ἀπάντησιν πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι

13. After this there appeared also an- other man, admirable for age, and glory, and environed with great beauty and majesty :

13. εἶθ’ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν

14. Then Onias answering, Raid: This is a lover of his brethren, and of the people of Israel: this is he that prayeth much for the people, and for all the holy city, Jeremias the prophet of God.

14. ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπεῖν ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας ὁ τοῦ θεοῦ προφήτης

15. Whereupon Jeremias stretched forth his right hand, and gave to Judas a sword of gold, saying:

15. προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομφαίαν χρυσῆν διδόντα δὲ προσφωνῆσαι τάδε

16. Take this holy sword a gift from God, wherewith thou shalt overthrow the adversaries of my people Israel.

16. λαβὲ τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ δι’ ἧς θραύσεις τοὺς ὑπεναντίους

17. Thus being exhorted with the words of Judas, which were very good, and proper to stir up the courage, and strengthen the hearts of the young men, they resolved to fight, and to set upon them manfully : that valour might decide the matter, because the holy city and the temple were in danger.

17. παρακληθέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ’ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν

18. For their concern was less for their wives, and children, and for their brethren, and kinsfolks: but their greatest and principal fear was for the holiness of the temple.

18. ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος

19. And they also that were in the city, had no little concern for them that were to be engaged in battle.

19. ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς

20. And now when all expected what judgment would be given, and the enemies were at hand, and the army was set in array, the beasts and the horsemen ranged in convenient places,

20. καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης

21. Machabeus considering the coming of the multitude, and the divers preparations of armour, and the fierceness of the beasts, stretching out his hands to heaven, called upon the Lord, that worketh wonders, who giveth victory to them that are worthy, not according to the power of their arms, but according as it seemeth good to him.

21. συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι’ ὅπλων καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην

22. And in his prayer he said after this manner: Thou, O Lord, who didst send thy angel in the time of Ezechias king of Juda, and didst kill a hundred and eighty-five thousand of the army of Sennacherib:

22. ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον σύ δέσποτα ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας

23. Send now also, 0 Lord of heaven, thy good angel before us, for the fear and dread of the greatness of thy arm,

23. καὶ νῦν δυνάστα τῶν οὐρανῶν ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον

24. That they may be afraid, who come with blasphemy against thy holy people. And thus he concluded his prayer.

24. μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν

25. But Nicanor, and they that were with him came forward, with trumpets and songs.

25. οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον

26. But Judas, and they that were with him, encountered them, calling upon God by prayers:

26. οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις

27. So fighting with their hands, but praying to the Lord with their hearts, they slew no less than five and thirty thousand, being greatly cheered with the presence of God.

27. καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ

28. And when the battle was over, and they were returning with joy, they understood that Nicanor was slain in his armour.

28. γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ

29. Then making a shout, and a great noise, they blessed the Almighty Lord in their own language.

29. γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ

30. And Judas, who was altogether ready, in body and mind, to die for his countrymen, commanded that Nicanor's head, and his hand with the shoulder should be cut off, and carried to Jerusalem.

30. καὶ προσέταξεν ὁ καθ’ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ιεροσόλυμα

31. And when he was come thither, having called together his countrymen, and the priests to the altar, he sent also for them that were in the castle,

31. παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας

32. And shewing them the head of Nicenor, and the wicked hand, which he had stretched out, with proud boasts, against the holy house of the Almighty God,

32. καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν

33. He commanded also, that the tongue of the wicked Nicanor, should be cut out and given by pieces to birds, and the hand of the furious man to be hanged up over against the temple.

33. καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις τὰ δ’ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι

34. Then all blessed the Lord of heaven, saying: Blessed be he that hath kept his own place undefiled.

34. οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον λέγοντες εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον

35. And he hung up Nicanor's head in the top of the castle, that it might be an evident and manifest sign of the help of God.

35. ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον

36. And they all ordained by a common decree, by no means to let this day pass without solemnity:

36. ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας

37. But to celebrate the thirteenth day of the month of Adar, called, in the Syrian language, the day before Mardochias' day.

37. τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ’ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω

38. So these things being done with relation to Nicanor, and from that time the city being possessed by the Hebrews, I also will here make an end of my narration.

38. καὶ εἰ μὲν καλῶς εὐθίκτως τῇ συντάξει τοῦτο καὶ αὐτὸς ἤθελον εἰ δὲ εὐτελῶς καὶ μετρίως τοῦτο ἐφικτὸν ἦν μοι

39. Which if I have done well, and as it becometh the history, it is what I desired: but if not so perfectly, it must be pardoned me.

39. καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει ἐνταῦθα δὲ ἔσται ἡ τελευτή

40. For as it is hurtful to drink always wine, or always water, but pleasant to use sometimes the one, and sometimes the other: so if the speech be always nicely framed, it will not be grateful to the readers. But here it shall be ended.

40.



Olvasd el a Bibliát egy év alatt

Csatlakozz közösségünkhöz, és olvasd el a teljes Bibliát 365 nap alatt. Egy strukturált és inspiráló út a hited és a Szentírás ismeretének elmélyítéséhez.