Mosaico decorativo

1. Et addidit furor Domini ira sci contra Israel; commovit que David contra eos dicens: “Vade, numera Israel et Iudam”.

1. καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα

2. Dixitque rex ad Ioab et ad principes exercitus sui, qui erant cum eo: “Perambula omnes tribus Israel a Dan usque Bersabee, et numerate populum, ut sciam numerum eius”.

2. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ

3. Dixitque Ioab regi: “Adaugeat Dominus Deus tuus ad populum, quantus nunc est, centuplum in conspectu domini mei regis! Sed quid sibi dominus meus rex vult in re huiuscemodi?”.

3. καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ

4. Praevaluit autem sermo regis contra Ioab et principes exercitus; egressusque est Ioab et principes militum a facie regis, ut numerarent populum Israel.

4. καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ἐξῆλθεν Ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ

5. Cumque pertransissent Iordanem, inceperunt ab Aroer et ab urbe, quae est in media valle, transeuntes ad Gaditas et ad Iazer.

5. καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γαδ καὶ Ελιεζερ

6. Et pervenerunt in Galaad et in terram Hetthaeorum in Cades et venerunt in Dan. Et a Dan converterunt se ad Sidonem

6. καὶ ἦλθον εἰς τὴν Γαλααδ καὶ εἰς γῆν Θαβασων ἥ ἐστιν Αδασαι καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα

7. et pervenerunt ad arcem Tyri et omnes urbes Hevaei et Chananaei exieruntque ad Nageb Iudae in Bersabee.

7. καὶ ἦλθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Ευαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε

8. Et, lustrata universa terra, affuerunt post novem menses et viginti dies in Ierusalem.

8. καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ιερουσαλημ

9. Dedit ergo Ioab numerum descriptionis populi regi; et inventa sunt de Israel octingenta milia virorum fortium, qui educerent gladium, et de Iuda quingenta milia pugnatorum.

9. καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν

10. Percussit autem cor David eum, postquam numeratus est populus, et dixit David ad Dominum: “Peccavi valde in hoc facto; nunc vero precor, Domine, ut transferas iniquitatem servi tui, quia stulte egi nimis”.

10. καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν καὶ εἶπεν Δαυιδ πρὸς κύριον ἥμαρτον σφόδρα ὃ ἐποίησα νῦν κύριε παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου ὅτι ἐμωράνθην σφόδρα

11. Surrexit itaque David mane, et sermo Domini factus est ad Gad propheten, videntem David, dicens:

11. καὶ ἀνέστη Δαυιδ τὸ πρωί καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρῶντα Δαυιδ λέγων

12. “Vade et loquere ad David: Haec dicit Dominus: Trium tibi datur optio; elige unum, quod volueris ex his, ut faciam tibi”.

12. πορεύθητι καὶ λάλησον πρὸς Δαυιδ λέγων τάδε λέγει κύριος τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι

13. Cumque venisset Gad ad David, nuntiavit ei dicens: “Aut tribus annis veniet tibi fames in terra tua, aut tribus mensibus fugies adversarios tuos, et illi te persequentur, aut certe tribus diebus erit pestilentia in terra tua. Nunc ergo delibera et vide quem respondeam ei, qui me misit, sermonem”.

13. καὶ εἰσῆλθεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ ἔκλεξαι σεαυτῷ γενέσθαι εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα

14. Dixit autem David ad Gad: “Artor nimis; sed melius est, ut incidamus in manu Domini — multae enim misericordiae eius sunt — quam in manu hominum!”.

14. καὶ εἶπεν Δαυιδ πρὸς Γαδ στενά μοι πάντοθεν σφόδρα ἐστίν ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω καὶ ἐξελέξατο ἑαυτῷ Δαυιδ τὸν θάνατον

15. Et elegit sibi David pestilentiam; et erant dies messis tritici. Immisitque Dominus pestilentiam in Israel de mane usque ad tempus constitutum, et mortui sunt ex populo a Dan usque Bersabee septuaginta milia virorum.

15. καὶ ἡμέραι θερισμοῦ πυρῶν καὶ ἔδωκεν κύριος ἐν Ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρῶν

16. Cumque extendisset manum suam angelus super Ierusalem, ut disperderet eam, misertus est Dominus super afflictione et ait angelo percutienti populum: “Sufficit; nunc contine manum tuam!”. Erat autem angelus Domini iuxta aream Areuna Iebusaei.

16. καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ιερουσαλημ τοῦ διαφθεῖραι αὐτήν καὶ παρεκλήθη κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ πολὺ νῦν ἄνες τὴν χεῖρά σου καὶ ὁ ἄγγελος κυρίου ἦν παρὰ τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου

17. Dixitque David ad Dominum, cum vidisset angelum caedentem populum: “Ego sum qui peccavi, ego inique egi; isti, qui oves sunt, quid fecerunt? Vertatur, obsecro, manus tua contra me et contra domum patris mei”.

17. καὶ εἶπεν Δαυιδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου

18. Venit autem Gad ad David in die illa et dixit ei: “Ascende, constitue Domino altare in area Areuna Iebusaei”.

18. καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ορνα τοῦ Ιεβουσαίου

19. Et ascendit David iuxta sermonem Gad, quem praeceperat ei Dominus.

19. καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ καθ’ ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος

20. Conspiciensque Areuna animadvertit regem et servos eius transire ad se

20. καὶ διέκυψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ καὶ ἐξῆλθεν Ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν

21. et egressus adoravit regem prono vultu in terra et ait: “Quid causae est, ut veniat dominus meus rex ad servum suum?”. Cui David ait: “Ut emam a te aream et aedificem altare Domino, et cesset interfectio, quae grassatur in populo”.

21. καὶ εἶπεν Ορνα τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ καὶ εἶπεν Δαυιδ κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ

22. Et ait Areuna ad David: “Accipiat et offerat dominus meus rex, sicut ei placet. Ecce boves in holocaustum et plaustrum et iuga boum in usum lignorum.

22. καὶ εἶπεν Ορνα πρὸς Δαυιδ λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα

23. Omnia dat Areuna, o rex, regi”. Dixitque Areuna ad regem: “Dominus Deus tuus suscipiat votum tuum!”.

23. τὰ πάντα ἔδωκεν Ορνα τῷ βασιλεῖ καὶ εἶπεν Ορνα πρὸς τὸν βασιλέα κύριος ὁ θεός σου εὐλογήσαι σε

24. Cui respondens rex ait: “Nequaquam; sed emam pretio a te et non offeram Domino Deo meo holocausta gratuita”. Emit ergo David aream et boves argenti siclis quinquaginta.

24. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ορνα οὐχί ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ θεῷ μου ὁλοκαύτωμα δωρεάν καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα

25. Et aedificavit ibi David altare Domino et obtulit holocausta et pacifica. Et repropitiatus est Dominus terrae, et cohibita est plaga ab Israel.

25. καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυιδ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς καὶ προσέθηκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ’ ἐσχάτῳ ὅτι μικρὸν ἦν ἐν πρώτοις καὶ ἐπήκουσεν κύριος τῇ γῇ καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ισραηλ



Pročitajte Bibliju u godinu dana

Pridružite se našoj zajednici i pročitajte cijelu Bibliju u 365 dana. Strukturirani i inspirativni put za produbljivanje vaše vjere i znanja o Svetom pismu.