Mosaico decorativo

1. Fecit autem Iosias in Ierusalem Pascha Domino, quod immolatum est quarta decima die mensis primi.

1. καὶ ἐποίησεν Ιωσιας τὸ φασεχ τῷ κυρίῳ θεῷ αὐτοῦ καὶ ἔθυσαν τὸ φασεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου

2. Et constituit sacerdotes in officiis suis confortavitque eos, ut ministrarent in domo Domini.

2. καὶ ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου κυρίου

3. Levitis quoque, qui erudiebant omnem Israel et consecrati erant Domino, locutus est: “Ponite arcam sanctam in templum, quod aedificavit Salomon filius David rex Israel; nequaquam eam ultra umeris portabitis. Nunc ministrate Domino Deo vestro et populo eius Israel.

3. καὶ εἶπεν τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ισραηλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ κυρίῳ καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν Σαλωμων υἱὸς Δαυιδ τοῦ βασιλέως Ισραηλ καὶ εἶπεν ὁ βασιλεύς οὐκ ἔστιν ὑμῖν ἆραι ἐπ’ ὤμων οὐθέν νῦν οὖν λειτουργήσατε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ισραηλ

4. Et praeparate vos per familias vestras in divisionibus singulis, sicut scripsit David rex Israel, et descripsit Salomon filius eius;

4. καὶ ἑτοιμάσθητε κατ’ οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ διὰ χειρὸς Σαλωμων υἱοῦ αὐτοῦ

5. et ministrate in sanctuario partibus familiarum fratrum vestrorum, filiorum populi, singulis pars familiae Levitarum.

5. καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις

6. Mactate ergo Pascha et sanctificamini et praeparate vos pro fratribus vestris, ut faciatis iuxta verbum, quod locu tus est Dominus in manu Moysi”.

6. καὶ θύσατε τὸ φασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Μωυσῆ

7. Dedit praeterea Iosias omni populo, qui ibi inventus fuerat pro Pascha, agnos et haedos de gregibus triginta milia, boumque tria milia; haec de regis universa substantia.

7. καὶ ἀπήρξατο Ιωσιας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως

8. Duces quoque eius sponte obtulerunt, tam populo quam sacerdotibus et Levitis; porro Helcias et Zacharias et Iahiel principes domus Domini dederunt sacerdotibus ad faciendum Pascha pecora commixtim duo milia sescenta et boves trecentos.

8. καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ιιηλ οἱ ἄρχοντες οἴκου τοῦ θεοῦ τοῖς ἱερεῦσιν καὶ ἔδωκαν εἰς τὸ φασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους

9. Chonenias autem, Semeias etiam et Nathanael fratres eius necnon Hasabias et Iehiel et Iozabad principes Levitarum dederunt ceteris Levitis ad celebrandum Pascha quinque milia pecorum et boves quingentos.

9. καὶ Χωνενιας καὶ Βαναιας καὶ Σαμαιας καὶ Ναθαναηλ ἀδελφὸς αὐτοῦ καὶ Ασαβια καὶ Ιιηλ καὶ Ιωζαβαδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους

10. Praeparatumque est ministerium, et steterunt sacerdotes in loco suo, Levitae quoque in turmis iuxta regis imperium.

10. καὶ κατωρθώθη ἡ λειτουργία καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως

11. Et mactatum est Pascha; asperseruntque sacerdotes manu sua sanguinem, et Levitae detraxerunt pelles holocaustorum

11. καὶ ἔθυσαν τὸ φασεχ καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν καὶ οἱ Λευῖται ἐξέδειραν

12. et separaverunt holocaustum, ut darent partibus familiarum populi, et offerretur Domino, sicut scriptum est in libro Moysi. De bobus quoque fecere similiter.

12. καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ’ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ κυρίῳ ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ καὶ οὕτως εἰς τὸ πρωί

13. Et assaverunt Pascha super ignem, iuxta quod lege praeceptum est; pacificas vero hostias coxerunt in lebetis et caccabis et ollis et festinato distribuerunt universae plebi.

13. καὶ ὤπτησαν τὸ φασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν καὶ εὐοδώθη καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ

14. Sibi autem et sacerdotibus postea paraverunt; nam in oblatione holocaustorum et adipum usque ad noctem sacerdotes fuerant occupati, unde Levitae et sibi et sacerdotibus filiis Aaron paraverunt novissimis.

14. καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός καὶ οἱ Λευῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων

15. Porro cantores filii Asaph stabant in loco suo, iuxta praeceptum David et Asaph et Heman et Idithun prophetarum regis; ianitores vero per portas singulas observabant, ita ut ne puncto quidem discederent a ministerio, quia fratres eorum Levitae paraverunt eis cibos.

15. καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ασαφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυιδ καὶ Ασαφ καὶ Αιμαν καὶ Ιδιθων οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας ἁγίων ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς

16. Omnis igitur cultus Domini rite praeparatus est in die illa, ut facerent Pascha et offerrent holocausta super altare Domini, iuxta praeceptum regis Iosiae.

16. καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ιωσια

17. Feceruntque filii Israel, qui reperti fuerant ibi, Pascha in tempore illo et sollemnitatem Azymorum septem diebus.

17. καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας

18. Non fuit simile huic in Israel a diebus Samuelis prophetae, sed nec quisquam de cunctis regibus Israel fecit Pascha sicut Iosias cum sacerdotibus et Levitis et omni Iuda et Israel, qui repertus fuerat, et habitantibus in Ierusalem.

18. καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτῷ ἐν Ισραηλ ἀπὸ ἡμερῶν Σαμουηλ τοῦ προφήτου καὶ πάντες βασιλεῖς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τῷ κυρίῳ

19. Octavo decimo anno regni Iosiae hoc Pascha celebratum est.

19. τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιωσια (19a) καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θαραφιν καὶ τὰ εἴδωλα καὶ τὰ καρασιμ ἃ ἦν ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐνεπύρισεν ὁ βασιλεὺς Ιωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν Χελκιας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου (19b) ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ καὶ μετ’ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ (19c) πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου οὗ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ιουδα ἐπὶ πάντα τὰ παροργίσματα ἃ παρώργισεν Μανασσης (19d) καὶ εἶπεν κύριος καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ προσώπου μου καθὼς ἀπέστησα τὸν Ισραηλ καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην τὴν Ιερουσαλημ καὶ τὸν οἶκον ὃν εἶπα ἔσται τὸ ὄνομά μου ἐκεῖ

20. Postquam instauraverat Iosias templum, ascendit Nechao rex Aegypti ad pugnandum in Charchamis iuxta Euphraten. Et processit in occursum eius Iosias.

20. καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη ὁ βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτῷ

21. At ille, missis ad eum nuntiis, ait: “Quid mihi et tibi est, rex Iudae? Non adversum te hodie venio, sed contra aliam pugno domum, ad quam me Deus festinato ire praecepit. Desine adversum Deum facere, qui mecum est, ne interficiat te”.

21. καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων τί ἐμοὶ καὶ σοί βασιλεῦ Ιουδα οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιῆσαι καὶ ὁ θεὸς εἶπεν κατασπεῦσαί με πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ’ ἐμοῦ μὴ καταφθείρῃ σε

22. Noluit Iosias reverti, sed audacter praeparavit contra eum bellum nec acquievit sermonibus Nechao ex ore Dei; verum perrexit, ut dimicaret in campo Mageddo.

22. καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ ἀλλ’ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαω διὰ στόματος θεοῦ καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδων

23. Ibique vulneratus a sagittariis dixit pueris suis: “Educite me de proelio, quia oppido vulneratus sum”.

23. καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἐξαγάγετέ με ὅτι ἐπόνεσα σφόδρα

24. Qui transtulerunt eum de curru in alterum currum eius et asportaverunt in Ierusalem. Mortuusque est et sepultus in sepulcris patrum suorum; et universus Iuda et Ierusalem luxerunt eum.

24. καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ καὶ πᾶς Ιουδα καὶ Ιερουσαλημ ἐπένθησαν ἐπὶ Ιωσιαν

25. Ieremias fecit planctum super Iosiam; et omnes cantores atque cantrices usque in praesentem diem lamentationes super Iosia replicant, et quasi lex obtinuit in Israel; ecce scriptum fertur in Lamentationibus.

25. καὶ ἐθρήνησεν Ιερεμιας ἐπὶ Ιωσιαν καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ιωσιαν ἕως τῆς σήμερον καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ισραηλ καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων

26. Reliqua autem gestorum Iosiae et misericordiae eius, quae lege praecepta sunt Domini,

26. καὶ ἦσαν οἱ λόγοι Ιωσια καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ κυρίου

27. gesta quoque illius prima et novissima scripta sunt in libro regum Israel et Iudae.

27. καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ισραηλ καὶ Ιουδα



Pročitajte Bibliju u godinu dana

Pridružite se našoj zajednici i pročitajte cijelu Bibliju u 365 dana. Strukturirani i inspirativni put za produbljivanje vaše vjere i znanja o Svetom pismu.