Psalms, 80
1. Unto the end, for the winepresses, a psalm for Asaph himself.
1. Gr. Psalm 80 (Heb. 81) εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ασαφ ψαλμός
2. Rejoice to God our helper: sing aloud to the God of Jacob.
2. ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ Ιακωβ
3. Take a psalm, and bring hither the timbrel: the pleasant psaltery with the harp.
3. λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας
4. Blow up the trumpet on the new moon, on the noted day of your solemnity.
4. σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν
5. For it is a commandment in Israel, and a judgment to the God of Jacob.
5. ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Ιακωβ
6. He ordained it for a testimony in Joseph, when he came out of the land of Egypt: he heard a tongue which he knew not.
6. μαρτύριον ἐν τῷ Ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν
7. He removed his back from the burdens: his hands had served in baskets.
7. ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν
8. Thou calledst upon me in affliction, and I delivered thee: I heard thee in the secret place of tempest: I proved thee at the waters of contradiction.
8. ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα
9. Hear, O my people, and I will testify to thee: O Israel, if thou wilt hearken to me,
9. ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Ισραηλ ἐὰν ἀκούσῃς μου
10. there shall be no new god in thee: neither shalt thou adore a strange god.
10. οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ
11. For I am the Lord thy God, who brought thee out of the land of Egypt: open thy mouth wide, and I will fill it.
11. ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό
12. But my people heard not my voice: and Israel hearkened not to me.
12. καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι
13. So I let them go according to the desires of their heart: they shall walk in their own inventions.
13. καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν
14. If my people had heard me: if Israel had walked in my ways:
14. εἰ ὁ λαός μου ἤκουσέν μου Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη
15. I should soon have humbled their enemies, and laid my hand on them that troubled them.
15. ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου
16. The enemies of the Lord have lied to him: and their time shall be for ever.
16. οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα
17. And he fed them with the fat of wheat, and filled them with honey out of the rock.
17. καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς
