Mosaico decorativo

1. Thus saith the Lord: Go down to the house of the king of Juda, and there thou shalt speak this word,

1. τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον

2. And thou shalt say: Hear the word of the Lord, O king of Juda, that sittest upon the throne of David: thou and thy servants, and thy people, who enter in by these gates.

2. καὶ ἐρεῖς ἄκουε λόγον κυρίου βασιλεῦ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις

3. Thus saith the Lord: Execute judgement and justice, and deliver him that is oppressed out of the hand of the oppressor: and afflict not the stranger, the fatherless, nor the widow, nor oppress them unjustly: and shed not innocent blood in this place.

3. τάδε λέγει κύριος ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ

4. For if you will do this thing indeed, then shall there enter in by the gates of this house, kings of the race of David sitting upon his throne, and riding in chariots and on horses, they and their servants, and their people.

4. διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ’ ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν

5. But if you will not hearken to these words: I swear by myself, saith the Lord, that this house shall become a desolation.

5. ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος

6. For thus saith the Lord to the house of the king of Juda: Thou art to me Galaad the head of Libanus: yet surely I will make thee a wilderness, and cities not habitable.

6. ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι ἀρχὴ τοῦ Λιβάνου ἐὰν μὴ θῶ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας

7. And I will prepare against thee the destroyer and his weapons: and they shall cut down thy chosen cedars, and shall cast them headlong into the fire.

7. καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ

8. And many nations shall pass by this city: and they shall say every man to his neighbor: Why hath the Lord done so to this great city?

8. καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ

9. And they shall answer: Because they have forsaken the covenant of the Lord their God, and have adored strange gods, and served them.

9. καὶ ἐροῦσιν ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς

10. Weep not for him that is dead, nor bemoan him with your tears: lament him that goeth away, for he shall return no more, nor see his native country.

10. μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ

11. For thus saith the Lord to Sellum the son of Josias the king of Juda, who reigned instead of his father, who went forth out of this place: He shall return hither no more:

11. διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι

12. But in the place, to which I have removed him, there shall he die, and he shall not see this land any more.

12. ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ μετῴκισα αὐτόν ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι

13. Woe to him that buildeth up his house by injustice, and his chambers not in judgement: that will oppress his friend without cause, and will not pay him his wages.

13. ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ

14. Who saith: I will build me a wide house and large chambers: who openeth to himself windows, and maketh roofs of cedar, and painteth them with vermilion.

14. ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ

15. Shalt thou reign, because thou comparest thyself to the cedar? did not thy father eat and drink, and do judgment and justice, and it was then well with him?

15. μὴ βασιλεύσεις ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν

16. He judged the cause of the poor and needy for his own good: was it not therefore because he knew me, saith the Lord?

16. οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ λέγει κύριος

17. But thy eyes and thy heart are set upon covetousness, and upon shedding innocent blood, and upon oppression, and running after evil works.

17. ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ’ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν

18. Therefore thus saith the Lord concerning Joakim the son of Josias king of Juda: They shall not mourn for him, Alas, my brother, and Alas, sister: they shall not lament for him, Alas, my Lord, or, Alas, the noble one.

18. διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν ὦ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε

19. He shall be buried with the burial of an ass, rotten and cast forth without the gates of Jerusalem.

19. ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ

20. Go up to Libanus, and cry: and lift up thy voice in Basan, and cry to them that pass by, for all thy lovers are destroyed.

20. ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου

21. I spoke to thee in thy properity: and thoiu saidst: I will not hear: this hath been thy way from thy youth, because thou hast not heard my voice.

21. ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου καὶ εἶπας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τῆς φωνῆς μου

22. The wind shall feed all thy pastors, and thy lovers shall go into captivity: and then shalt thou be confounded, and ashamed of all thy wickedness.

22. πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε

23. Thou that sittest in Libanus, and makest thy nest in the cedars, how hast thou mourned when sorrows came upon thee, as the pains of a woman in labour?

23. κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης

24. As I live, saith the Lord, if Jechonias the son of Joakim the king of Juda were a ring on my right hand, I would pluck him thence.

24. ζῶ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου ἐκεῖθεν ἐκσπάσω σε

25. And I will give thee into the hand of them that seek thy life, and into the hand of them whose face thou fearest, and into the hand of Nabuchodonosor king of Babylon, and into the hand of the Chaldeans.

25. καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν Χαλδαίων

26. And I will send thee, and thy mother that bore thee, into a strange country, in which you were not born, and there you shall die:

26. καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης ἐκεῖ καὶ ἐκεῖ ἀποθανεῖσθε

27. And they shall not return into the land, whereunto they lift up their mind to return thither.

27. εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν

28. Is this man Jechonias an earthen and a broken vessel? is he a vessel wherein there is no pleasure? why are they cast out, he and his seed, and are cast into a land which they know not?

28. ἠτιμώθη Ιεχονιας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει

29. O earth, earth, earth, hear the word of the Lord.

29. γῆ γῆ ἄκουε λόγον κυρίου

30. Thus saith the Lord: Write this man barren, a man that shall not prosper in his days: for there shall not be a man of his seed that shall sit upon the throne of David, and have power any more in Juda.

30. γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα



Pročitajte Bibliju u godinu dana

Pridružite se našoj zajednici i pročitajte cijelu Bibliju u 365 dana. Strukturirani i inspirativni put za produbljivanje vaše vjere i znanja o Svetom pismu.