1 Maccabees, 13
1. Now Simon heard that Tryphon was gathering together a very great army, to invade the land of Juda, and to destroy it.
1. καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ιουδα καὶ ἐκτρῖψαι αὐτήν
2. And seeing that the people was in dread, and in fear, he went up to Jerusalem, and assembled the people:
2. καὶ εἶδεν τὸν λαόν ὅτι ἔντρομός ἐστιν καὶ ἔκφοβος καὶ ἀνέβη εἰς Ιερουσαλημ καὶ ἤθροισεν τὸν λαὸν
3. And exhorted them, saying: You know what great battles I and my brethren, and the house of my father, have fought for the laws, and the sanctuary, and the distresses that we have seen:
3. καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας ἃς εἴδομεν
4. By reason whereof all my brethren have lost their lives for Israel's sake, and I am left alone.
4. τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ισραηλ καὶ κατελείφθην ἐγὼ μόνος
5. And now far be it from me to spare my life in any time of trouble: for I am not better than my brethren.
5. καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου
6. I will avenge then my nation and the sanctuary, and our children, and wives: for all the heathens are gathered together to destroy us out of mere malice.
6. πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν
7. And the spirit of the people was enkindled as soon as they heard these words.
7. καὶ ἀνεζωπύρησεν τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τοῦ ἀκοῦσαι τῶν λόγων τούτων
8. And they answered with a loud voice, saying: Thou art our leader in the place of Judas, and Jonathan thy brother.
8. καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναθου τοῦ ἀδελφοῦ σου
9. Fight thou our battles, and we will do whatsoever thou shalt say to us.
9. πολέμησον τὸν πόλεμον ἡμῶν καὶ πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιήσομεν
10. So gathering together all the men of war, he made haste to finish all the walls of Jerusalem, and he fortified it round about.
10. καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν
11. And he sent Jonathan the son of Absalom, and with him a new army into Joppe, and he cast out them that were in it, and himself remained there.
11. καὶ ἀπέστειλεν Ιωναθαν τὸν τοῦ Αψαλωμου καὶ μετ’ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ
12. And Tryphon removed from Ptolemais with a great army, to invade the land of Juda, and Jonathan was with him in custody.
12. καὶ ἀπῆρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς ἐλθεῖν εἰς γῆν Ιουδα καὶ Ιωναθαν μετ’ αὐτοῦ ἐν φυλακῇ
13. But Simon pitched in Addus, over against the plain.
13. Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον τοῦ πεδίου
14. And when Tryphon understood that Simon was risen up in the place of his brother Jonathan, and that he meant to join battle with him, he sent messengers to him,
14. καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων
15. Saying: We have detained thy brother Jonathan for the money that he owed in the king's account, by reason of the affairs which he had the management of.
15. περὶ ἀργυρίου οὗ ὤφειλεν Ιωναθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι’ ἃς εἶχεν χρείας συνέχομεν αὐτόν
16. But now send a hundred talents of silver, and his two sons for hostages, that when he is set at liberty he may not revolt from us, and we will release him.
16. καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ’ ἡμῶν καὶ ἀφήσομεν αὐτόν
17. Now Simon knew that he spoke deceitfully to him, nevertheless he ordered the money, and the children to be sent: lest he should bring upon himself a great hatred of the people of Israel, who might have said:
17. καὶ ἔγνω Σιμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν
18. Because he sent not the money, and the children, therefore is he lost.
18. λέγοντες ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια ἀπώλετο
19. So he sent the children, and the hundred talents: and he lied, and did not let Jonathan go.
19. καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα καὶ διεψεύσατο καὶ οὐκ ἀφῆκεν τὸν Ιωναθαν
20. And after this Tryphon entered within the country, to destroy it: and they went about by the way that leadeth to Ador: and Simon and his army marched to every place whithersoever they went.
20. καὶ μετὰ ταῦτα ἦλθεν Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν καὶ ἐκύκλωσαν ὁδὸν τὴν εἰς Αδωρα καὶ Σιμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον οὗ ἂν ἐπορεύετο
21. And they that were in the castle, sent messengers to Tryphon, that he should make haste to come through the desert, and sent them victuals.
21. οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς
22. And Tryphon made ready all his horsemen to come that night: but there fell a very great snow, and he came not into the country of Galaad.
22. καὶ ἡτοίμασεν Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἦν χιὼν πολλὴ σφόδρα καὶ οὐκ ἦλθεν διὰ τὴν χιόνα καὶ ἀπῆρεν καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν
23. And when he approached to Bascama, he slew Jonathan and his sons there.
23. ὡς δὲ ἤγγισεν τῆς Βασκαμα ἀπέκτεινεν τὸν Ιωναθαν καὶ ἐτάφη ἐκεῖ
24. And Tryphon returned, and went into his own country.
24. καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ
25. And Simon sent, and took the bones of Jonathan his brother, and buried them in Modin, in the city of his fathers.
25. καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστᾶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὸν ἐν Μωδεϊν πόλει τῶν πατέρων αὐτοῦ
26. And all Israel bewailed him with great lamentation: and they mourned for him many days.
26. καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς
27. And Simon built over the sepulchre of his father and of his brethren, a building lofty to the sight, of polished stone behind and before:
27. καὶ ᾠκοδόμησεν Σιμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἔμπροσθεν
28. And he set up seven pyramids one against another for his father and his mother, and his four brethren:
28. καὶ ἔστησεν ἑπτὰ πυραμίδας μίαν κατέναντι τῆς μιᾶς τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς
29. And round about these he set great pillars: and upon the pillars arms for a perpetual memory: and by the arms ships carved, which might be seen by all that sailed on the sea.
29. καὶ ταύταις ἐποίησεν μηχανήματα περιθεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐγγεγλυμμένα εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν
30. This is the sepulchre that he made in Modin even unto this day.
30. οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεϊν ἕως τῆς ἡμέρας ταύτης
31. But Tryphon when he was upon a journey with the young king Antiochus, treacherously slew him.
31. ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν
32. And he reigned in his place, and put on the crown of Asia: and brought great evils upon the land.
32. καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τῆς γῆς
33. And Simon built up the strong holds of Judea, fortifying them with high towers, and great walls, and gates, and bars: and he stored up victuals in the fortresses.
33. καὶ ᾠκοδόμησεν Σιμων τὰ ὀχυρώματα τῆς Ιουδαίας καὶ περιετείχισεν πύργοις ὑψηλοῖς καὶ τείχεσιν μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασιν
34. And Simon chose men and sent to king Demetrius, to the end that he should grant an immunity to the land: for all that Tryphon did was to spoil.
34. καὶ ἐπέλεξεν Σιμων ἄνδρας καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί
35. And king Demetrius in answer to this request, wrote a letter in this manner:
35. καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην
36. King Demetrius to Simon the high priest, and friend of kings, and to the ancients, and to the nation of the Jews, greeting.
36. βασιλεὺς Δημήτριος Σιμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει Ιουδαίων χαίρειν
37. The golden crown, and the palm, which you sent, we have received: and we are ready to make a firm peace with you, and to write to the king's chief officers to release you the things that we have released.
37. τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαΐνην ἣν ἀπεστείλατε κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν τὰ ἀφέματα
38. For all that we have decreed in your favour, shall stand in force. The strong holds that you have built, shall be your own.
38. καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς ἕστηκεν καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδομήσατε ὑπαρχέτω ὑμῖν
39. And as for any oversight or fault committed unto this day, we forgive it, and the crown which you owed: and if any other thing were taxed in Jerusalem, now let it not be taxed.
39. ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον ὃν ὠφείλετε καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιερουσαλημ μηκέτι τελωνείσθω
40. And if any of you be fit to be enrolled among ours, let them be enrolled, and let there be peace between us.
40. καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς ἐγγραφέσθωσαν καὶ γινέσθω ἀνὰ μέσον ἡμῶν εἰρήνη
41. In the year one hundred and seventy the yoke of the Gentiles was taken off from Israel.
41. ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἤρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ισραηλ
42. And the people of Israel began to write in the instruments, and public records, The first year under Simon the high priest, the great captain and prince of the Jews.
42. καὶ ἤρξατο ὁ λαὸς γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ιουδαίων
43. In those days Simon besieged Gaza, and camped round about it, and he made engines, and set them to the city, and he struck one tower, and took it.
43. ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τῇ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο
44. And they that were within the engine leaped into the city: and there was a great uproar in the city.
44. καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοπόλει εἰς τὴν πόλιν καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει
45. And they that were in the city went up with their wives and children upon the wall, with their garments rent, and they cried with a loud voice, beseeching Simon to grant them peace.
45. καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν γυναιξὶν καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σιμωνα δεξιὰς αὐτοῖς δοῦναι
46. And they said: Deal not with us according to our evil deeds, but according to thy mercy.
46. καὶ εἶπαν μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν ἀλλὰ κατὰ τὸ ἔλεός σου
47. And Simon being moved, did not destroy them: but yet he cast them out of the city, and cleansed the houses wherein there had been idols, and then he entered into it with hymns, blessing the Lord.
47. καὶ συνελύθη αὐτοῖς Σιμων καὶ οὐκ ἐπολέμησεν αὐτούς καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως καὶ ἐκαθάρισεν τὰς οἰκίας ἐν αἷς ἦν τὰ εἴδωλα καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν
48. And having cast out of it all uncleanness, he placed in it men that should observe the law: and he fortified it, and made it his habitation.
48. καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας οἵτινες τὸν νόμον ποιήσωσιν καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν
49. But they that were in the castle of Jerusalem were hindered from going out and coming into the country, and from buying and selling: and they were straitened with hunger, and many of them perished through famine.
49. οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ιερουσαλημ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σφόδρα καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῷ λιμῷ
50. And they cried to Simon form peace, and he granted it to them: and he cast them out from thence, and cleansed the castle from uncleannesses.
50. καὶ ἐβόησαν πρὸς Σιμωνα δεξιὰς λαβεῖν καὶ ἔδωκεν αὐτοῖς καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ ἐκαθάρισεν τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων
51. And they entered into it the three and twentieth day of the second month, in the year one hundred and seventy-one, with thanksgiving, and branches of palm trees, and harps, and cymbals, and psalteries, and hymns, and canticles, because the great enemy was destroyed out of Israel.
51. καὶ εἰσῆλθον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους πρώτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ισραηλ
52. And he ordained that these days should be kept every year with gladness.
52. καὶ ἔστησεν κατ’ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐφροσύνης καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ’ αὐτοῦ
53. And he fortified the mountain of the temple that was near the castle, and he dwelt there himself, and they that were with him.
53. καὶ εἶδεν Σιμων τὸν Ιωαννην υἱὸν αὐτοῦ ὅτι ἀνήρ ἐστιν καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν καὶ ᾤκει ἐν Γαζαροις
54. And Simon saw that John his son was a valiant man for war: and he made him captain of all the forces: and he dwelt in Gazara.
54.
