Mosaico decorativo

1. Depois disso, aconteceu o seguinte: Nabot de Jezrael possuía uma vinha nessa cidade, ao lado do palácio de Acab, rei de Samaria.

1. Gr. 3 Kings 21 (Heb. 20) καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ’ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ’ αὐτήν

2. Acab disse a Nabot: “Cede-me tua vinha para que eu a transforme numa horta, porque está junto de minha casa. Eu te darei em troca uma vinha melhor ou, se o preferires, te pagarei em dinheiro o seu valor”.

2. καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν

3. Nabot, porém, respondeu a Acab: “Deus me livre de ceder-te a herança de meus pais!”.

3. καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει υἱὸς Αδερ τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν

4. Acab voltou para a sua casa, sombrio e irritado, por ter Nabot de Jezrael recusado ceder-lhe a herança de seus pais. Estendeu-se na cama com o rosto voltado para a parede e não quis comer.

4. καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν καθὼς ἐλάλησας κύριε βασιλεῦ σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά

5. Jezabel, sua mulher, veio ter com ele e disse-lhe: “Por que estás de mau humor e não queres comer?”.

5. καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον τάδε λέγει υἱὸς Αδερ ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί

6. Ele respondeu: “Falei a Nabot de Jezrael, propondo-lhe que me vendesse a sua vinha ou, se o preferisse, que a trocasse comigo por outra melhor. Mas ele respondeu-me: ‘Não te cederei a minha vinha!’.”

6. ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ’ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν καὶ λήμψονται

7. Jezabel, sua mulher, disse-lhe: “Não és tu, porventura, o rei de Israel? Vamos! Come, não te incomodes. Eu te darei a vinha de Nabot de Jezrael”.

7. καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ’ αὐτοῦ

8. Escreveu ela, então, uma carta em nome do rei, selou-a com o selo real e mandou-a aos anciãos e aos notáveis da cidade, concidadãos de Nabot.

8. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς

9. Eis o que dizia na carta: “Promulgai um jejum, fazei sentar Nabot num lugar de honra

9. καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ λέγετε τῷ κυρίῳ ὑμῶν πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον

10. e mandai vir diante dele dois homens inescrupulosos que o acusem, dizendo: ‘Este amaldiçoou a Deus e ao rei!’. Conduzi-o em seguida para fora da cidade e apedrejai-o até que morra!”.

10. καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου

11. Os homens da cidade, os anciãos e os notáveis, concidadãos de Nabot, fizeram o que ordenava Jezabel, segundo o conteúdo da carta que lhes tinha mandado.

11. καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν ἱκανούσθω μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός

12. Promulgaram um jejum e fizeram Nabot sentar-se num lugar de honra.

12. καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ’ αὐτοῦ ἐν σκηναῖς καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οἰκοδομήσατε χάρακα καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν

13. Vieram então os dois miseráveis, colocaram-se diante dele e fizeram publicamente a seguinte deposição contra ele: “Nabot amaldiçoou a Deus e ao rei”. Depois disso, levaram-no para fora da cidade, onde foi apedrejado e morreu.

13. καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν τάδε λέγει κύριος εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς καὶ γνώσῃ ὅτι ἐγὼ κύριος

14. E mandaram dizer a Jezabel: “Nabot foi apedrejado e morto”.

14. καὶ εἶπεν Αχααβ ἐν τίνι καὶ εἶπεν τάδε λέγει κύριος ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν καὶ εἶπεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἶπεν σύ

15. Quando ela soube que Nabot fora apedrejado e morto, foi dizer a Acab: “Vai e toma posse da vinha que Nabot de Jezrael te recusara vender. Ele já não vive; está morto”.

15. καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν πᾶν υἱὸν δυνάμεως ἑξήκοντα χιλιάδας

16. Acab, tendo ouvido dizer que Nabot morrera, levantou-se e dirigiu-se para a sua vinha para tomar posse dela.

16. καὶ ἐξῆλθεν μεσημβρίας καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ αὐτὸς καὶ οἱ βασιλεῖς τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ’ αὐτοῦ

17. Então, a palavra do Senhor foi dirigida a Elias, o tesbita:

17. καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας

18. “Vai, desce ao encontro de Acab, rei de Israel, que mora em Samaria. Ei-lo que desce a tomar posse da vinha de Nabot.

18. καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται συλλάβετε αὐτοὺς ζῶντας καὶ εἰ εἰς πόλεμον ζῶντας συλλάβετε αὐτούς

19. Diz-lhe o seguinte: Isto diz o Senhor: ‘Mataste e agora usurpas!’. E ajuntarás: ‘Eis o que diz o Senhor: No mesmo lugar em que os cães lamberam o sangue de Nabot, lamberão também o teu’.”

19. καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν καὶ ἡ δύναμις ὀπίσω αὐτῶν

20. Acab exclamou: “Encontraste-me de novo, ó meu inimigo?”. “Sim – respondeu Elias –, porque te vendeste para fazer o mal aos olhos do Senhor.

20. ἐπάταξεν ἕκαστος τὸν παρ’ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ’ αὐτοῦ καὶ ἔφυγεν Συρία καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ’ ἵππου ἱππέως

21. Farei cair o mal sobre ti. Vou varrer-te e exterminarei da família de Acab em Israel todo varão, seja escravo ou livre.

21. καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ

22. Farei de tua casa o que fiz da de Jeroboão, filho de Nabat, e da de Baasa, filho de Aías, porque me provocaste à ira e arrastaste Israel ao pecado”.

22. καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ

23. E eis agora o que diz o Senhor contra Jezabel: “Os cães devorarão Jezabel na terra de Jezrael.

23. καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ’ εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς

24. Todo membro da família de Acab que morrer na cidade será devorado pelos cães e o que morrer no campo será comido pelas aves do céu”.

24. καὶ τὸ ῥῆμα τοῦτο ποίησον ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ’ αὐτῶν σατράπας

25. Com efeito, não houve ninguém que praticasse tanto o mal aos olhos do Senhor como Acab, excitado como era por sua mulher Jezabel.

25. καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ’ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως

26. Levou a abominação ao extremo, seguindo os ídolos dos amorreus, que o Senhor tinha expulsado de diante dos israelitas.

26. καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ

27. Ouvindo essas palavras, Acab rasgou suas vestes, cobriu-se com um saco e jejuou. Dormia, envolto no saco e andava a passos lentos.

27. καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν καὶ Συρία ἔπλησεν τὴν γῆν

28. Então, a palavra do Senhor foi dirigida a Elias, o tesbita, nestes termos:

28. καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ τάδε λέγει κύριος ἀνθ’ ὧν εἶπεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος

29. “Viste como Acab se humilhou diante de mim? Como ele assim procedeu, não mandarei o castigo durante a sua vida, mas nos dias de seu filho farei vir a catástrofe sobre a sua casa”.

29. καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ

30.

30. καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον

31.

31. καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν

32.

32. καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ δοῦλός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἶπεν εἰ ἔτι ζῇ ἀδελφός μού ἐστιν

33.

33. καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον ἀδελφός σου υἱὸς Αδερ καὶ εἶπεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα

34.

34. καὶ εἶπεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν

35.

35. καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν

36.

36. καὶ εἶπεν πρὸς αὐτόν ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ καὶ πατάξει σε λέων καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν

37.

37. καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν

38.

38. καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ

39.

39. καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με φύλαξον τοῦτον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις

40.

40. καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε καὶ οὗτος οὐκ ἦν καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ’ ἐμοὶ ἐφόνευσας

41.

41. καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος

42.

42. καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ

43.

43. καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν


Bíblia Ave Maria - Sva prava pridržana.


Pročitajte Bibliju u godinu dana

Pridružite se našoj zajednici i pročitajte cijelu Bibliju u 365 dana. Strukturirani i inspirativni put za produbljivanje vaše vjere i znanja o Svetom pismu.