Mosaico decorativo

1. σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς

1. La Sabiduría edifica su casa; le Necedad con sus manos la destruye.

2. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται

2. Quien anda en rectitud, teme a Yahveh; el de torcido camino le desprecia.

3. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφῶν φυλάσσει αὐτούς

3. En la boca del necio hay una raíz de orgullo, pero los labios de los sabios los protegen.

4. οὗ μή εἰσιν βόες φάτναι καθαραί οὗ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς

4. Donde no hay bueyes, pesebre vacío; cosecha abundante con la fuerza del toro.

5. μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος

5. Testigo veraz no miente, testigo falso respira mentiras.

6. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής

6. Busca el arrogante la sabiduría pero en vano, al inteligente la ciencia le es fácil.

7. πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά

7. Apártate del hombre necio, pues no conocerías labios doctos.

8. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ

8. Sabiduría del cauto es atender a su conducta, la necedad de los tontos es engaño.

9. οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί

9. De los necios se aparta el sacrificio expiatorio, pero entre los rectos se encuentra el favor de Dios.

10. καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτοῦ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει

10. El corazón conoce su propia amargura, y con ningún extraño comparte su alegría.

11. οἰκίαι ἀσεβῶν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται

11. La casa de los malos será destruida, la tienda de los rectos florecerá.

12. ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου

12. Hay caminos que parecen rectos, pero, al cabo, son caminos de muerte.

13. ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται

13. También en el reír padece el corazón, y al cabo la alegría es dolor.

14. τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός

14. El perverso de corazón está satisfecho de su conducta, y el hombre de bien, de sus obras.

15. ἄκακος πιστεύει παντὶ λόγῳ πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν

15. El simple cree cuanto se dice, el cauto medita sus propios pasos.

16. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ

16. El sabio teme el mal y de él se aparta, el necio es presuntuoso y confiado.

17. ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει

17. El de genio pronto, hace necedades, el hombre artero es odiado.

18. μεριοῦνται ἄφρονες κακίαν οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως

18. La herencia de los simples es la necedad, los cautos son coronados de ciencia.

19. ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων

19. Los malos se postran ante los buenos, los malvados a la puerta de los justos.

20. φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί

20. Incluso a su vecino es odioso el pobre, pero son muchos los amigos del rico.

21. ὁ ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεῶν δὲ πτωχοὺς μακαριστός

21. Quien desprecia a su vecino comete pecado; dichoso el que tiene piedad de los pobres.

22. πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς

22. ¿No andan extraviados los que planean el mal?; amor y lealtad a los que planean el bien.

23. ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται

23. Todo trabajo produce abundancia, la charlatanería sólo indigencia.

24. στέφανος σοφῶν πανοῦργος ἡ δὲ διατριβὴ ἀφρόνων κακή

24. Corona de los sabios es la riqueza, la necedad de los insensatos es necedad.

25. ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος

25. Salvador de vidas es el testigo veraz, quien profiere mentira es un impostor.

26. ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα

26. El temor de Yahveh es seguridad inexpugnable; sus hijos tendrán en él refugio.

27. πρόσταγμα κυρίου πηγὴ ζωῆς ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου

27. El temor de Yahveh es fuente de vida, para apartarse de las trampas de la muerte.

28. ἐν πολλῷ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου

28. Pueblo numeroso, gloria del rey; pueblo escaso, ruina del príncipe.

29. μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων

29. El tardo a la ira tiene gran prudencia, el de genio pronto pone de manifiesto su necedad

30. πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική

30. El corazón manso es vida del cuerpo; la envidia es caries de los huesos.

31. ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν

31. Quien oprime al débil, ultraja a su Hacedor; mas el que se apiada del pobre, le da gloria.

32. ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος

32. El malo es derribado por su propia malicia, el justo en su integridad halla refugio.

33. ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται

33. En corazón inteligente descansa la sabiduría, en el corazón de los necios no es conocida.

34. δικαιοσύνη ὑψοῖ ἔθνος ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι

34. La justicia eleva a las naciones, el pecado es la vergüenza de los pueblos.

35. δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν

35. El favor del rey para el siervo prudente; y su cólera para el que le avergüenza.



Lisez la Bible en un an

Rejoignez notre communauté et lisez la Bible en entier en 365 jours. Un parcours structuré et inspirant pour approfondir votre foi et votre connaissance des Écritures.