Lamentations, 2
1. Aleph. How hath the Lord covered with obscurity the daughter of Sion in his wrath! how hath he cast down from heaven to the earth the glorious one of Israel, and hath not remembered his footstool in the day of his anger!
1. πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ
2. Beth. The Lord hath cast down headlong, and hath not spared, all that was beautiful in Jacob: he hath destroyed in his wrath the strong holds of the virgin of Juda, and brought them down to the ground: he hath made the kingdom unclean, and the princes thereof.
2. κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα ἐκόλλησεν εἰς τὴν γῆν ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς
3. Ghimel. He hath broken in his fierce anger all the horn of Israel: he hath drawn back his right hand from before the enemy: and he hath kindled in Jacob as it were a flaming fire devouring round about.
3. συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλῳ
4. Daleth. He hath bent his bow as an enemy, he hath fixed his right hand as an adversary: and he hath killed all that was fair to behold in the tabernacle of the daughter of Sion, he hath poured out his indignation like fire.
4. ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ
5. He. The Lord is become as an enemy: he hath cast down Israel headlong, he hath overthrown all the walls thereof: he hath destroyed his strong holds, and hath multiplied in the daughter of Juda the afflicted, both men and women.
5. ἐγενήθη κύριος ὡς ἐχθρός κατεπόντισεν Ισραηλ κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην
6. Vau. And he hath destroyed his tent as a garden, he hath thrown down his tabernacle: the Lord hath caused feasts and sabbaths to be forgotten in Sion: and hath delivered up king and priest to reproach, and to the indignation of his wrath.
6. καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ διέφθειρεν ἑορτὴν αὐτοῦ ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα
7. Zain. The Lord hath cast off his altar, he hath cursed his sanctuary: he hath delivered the walls of the towers thereof into the hand of the enemy: they have made a noise in the house of the Lord, as in the day of a solemn feast.
7. ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ ἀπετίναξεν ἁγίασμα αὐτοῦ συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς
8. Heth. The Lord hath purposed to destroy the wall of the daughter of Sion: he hath stretched out his line, and hath not withdrawn his hand from destroying: and the bulwark hath mourned, and the wall hath been destroyed together.
8. καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων ἐξέτεινεν μέτρον οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος καὶ ἐπένθησεν τὸ προτείχισμα καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν
9. Teth. Her gates are sunk into the ground: he hath destroyed, and broken her bars: her king and her princes are among the Gentiles: the law is no more, and her prophets have found no vision from the Lord.
9. ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν οὐκ ἔστιν νόμος καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου
10. Jod. The ancients of the daughter of Sion sit upon the ground, they have held their peace: they have sprinkled their heads with dust, they are girded with haircloth, the virgins of Jerusalem hang down their heads to the ground.
10. ἐκάθισαν εἰς τὴν γῆν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν περιεζώσαντο σάκκους κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ
11. Caph. My eyes have failed with weeping, my bowels are troubled: my liver is poured out upon the earth, for the destruction of the daughter of my people, when the children, and the sucklings, fainted away in the streets of the city.
11. ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου ἐταράχθη ἡ καρδία μου ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως
12. Lamed. They said to their mothers: Where is corn and wine? when they fainted away as the wounded in the streets of the city: when they breathed out their souls in the bosoms of their mothers.
12. ταῖς μητράσιν αὐτῶν εἶπαν ποῦ σῖτος καὶ οἶνος ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν
13. Mem. To what shall I compare thee? or to what shall I liken thee, O daughter of Jerusalem? to what shall I equal thee, that I may comfort thee, O virgin daughter of Sion? for great as the sea is thy destruction: who shall heal thee?
13. τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι θύγατερ Ιερουσαλημ τίς σώσει σε καὶ παρακαλέσει σε παρθένος θύγατερ Σιων ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου τίς ἰάσεταί σε
14. Nun. Thy prophets have seen false and foolish things for thee: and they have not laid open thy iniquity, to excite thee to penance: but they have seen for thee false revelations and banishments.
14. προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα
15. Samech. All they that passed by the way have clapped their hands at thee: they have hissed, and wagged their heads at the daughter of Jerusalem, saying: Is this the city of perfect beauty, the joy of all the earth?
15. ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ ἦ αὕτη ἡ πόλις ἣν ἐροῦσιν στέφανος δόξης εὐφροσύνη πάσης τῆς γῆς
16. Phe. All thy enemies have opened their mouth against thee: they have hissed, and gnashed with the teeth, and have said: We will swallow her up: lo, this is the day which we looked for: we have found it, we have seen it.
16. διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας εἶπαν κατεπίομεν αὐτήν πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν εὕρομεν αὐτήν εἴδομεν
17. Ain. The Lord hath done that which he purposed, he hath fulfilled his word, which he commanded in the days of old: he hath destroyed, and hath not spared, and he hath caused the enemy to rejoice over thee, and hath set up the horn of thy adversaries.
17. ἐποίησεν κύριος ἃ ἐνεθυμήθη συνετέλεσεν ῥήματα αὐτοῦ ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων καθεῖλεν καὶ οὐκ ἐφείσατο καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν ὕψωσεν κέρας θλίβοντός σε
18. Sade. Their heart cried to the Lord upon the walls of the daughter of Sion: Let tears run down like a torrent day and night: give thyself no rest, and let not the apple of thy eye cease.
18. ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον τείχη Σιων καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός μὴ δῷς ἔκνηψιν σεαυτῇ μὴ σιωπήσαιτο θύγατερ ὁ ὀφθαλμός σου
19. Coph. Arise, give praise in the night, in the beginning of the watches: pour out thy heart like water before the face of the Lord: lift up thy hands to him for the life of thy little children, that have fainted for hunger at the top of all the streets.
19. ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ’ ἀρχῆς πασῶν ἐξόδων
20. Res. Behold, O Lord, and consider whom thou hast thus dealt with: shall women then eat their own fruit, their children of a span long? shall the priest and the prophet be slain in the sanctuary of the Lord ?
20. ἰδέ κύριε καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν ἐπιφυλλίδα ἐποίησεν μάγειρος φονευθήσονται νήπια θηλάζοντα μαστούς ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην
21. Sin. The child and the old man lie without on the ground: my virgins and my young men are fallen by the sword: thou hast slain them in the day of thy wrath: thou hast killed, and shewn them no pity.
21. ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας οὐκ ἐφείσω
22. Thau. Thou hast called as to a festival, those that should terrify me round about, and there was none in the day of the wrath of the Lord that escaped and was left: those that I brought up, and nourished, my enemy hath consumed them.
22. ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας
