Trouvé 11195 Résultats pour: Ὡς
τότε ἐτραυματίσθη Ιουδας ὁ ἀδελφὸς Ιωαννου Ιωαννης δὲ κατεδίωξεν αὐτούς ἕως ἦλθεν εἰς Κεδρων ἣν ᾠκοδόμησεν (I Macabeus 16, 9)
ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως (I Macabeus 16, 12)
καὶ ἔγραψεν ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλεν τῷ βασιλεῖ ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν καὶ παραδῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις (I Macabeus 16, 18)
καὶ ἀπέστειλεν ἑτέρους εἰς Γαζαρα ἆραι τὸν Ιωαννην καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα (I Macabeus 16, 19)
ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ ἀφ’ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ (I Macabeus 16, 24)
οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν (II Macabeus 1, 10)
ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι (II Macabeus 1, 11)
ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον (II Macabeus 1, 14)
καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ’ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους συγκλείσαντες τὸ ἱερόν ὡς εἰσῆλθεν Ἀντίοχος (II Macabeus 1, 15)
ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν (II Macabeus 1, 16)
καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον (II Macabeus 1, 19)
διελθόντων δὲ ἐτῶν ἱκανῶν ὅτε ἔδοξεν τῷ θεῷ ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ ἀλλὰ ὕδωρ παχύ ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν (II Macabeus 1, 20)