Trouvé 11195 Résultats pour: Ὡς
τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν (I Macabeus 1, 39)
καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως (I Macabeus 1, 42)
καὶ πολλοὶ ἀπὸ Ισραηλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον (I Macabeus 1, 43)
καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς (I Macabeus 1, 45)
ὥστε ἐπιλαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα (I Macabeus 1, 49)
καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸν λόγον τοῦ βασιλέως ἀποθανεῖται (I Macabeus 1, 50)
καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελευ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν Ιουδα κύκλῳ ᾠκοδόμησαν βωμούς (I Macabeus 1, 54)
καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης καὶ εἴ τις συνευδόκει τῷ νόμῳ τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν (I Macabeus 1, 57)
καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα (I Macabeus 1, 60)
καὶ ἐπεδέξαντο ἀποθανεῖν ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαθήκην ἁγίαν καὶ ἀπέθανον (I Macabeus 1, 63)
καὶ εἶπεν οἴμμοι ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων (I Macabeus 2, 7)
ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος (I Macabeus 2, 8)