Mosaico decorativo

Trouvé 11195 Résultats pour: Ὡς

  • καὶ εἶπεν πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ Βαρακ ἐκ Καδης (Juízes 4, 9)

  • καὶ Χαβερ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα Κεδες (Juízes 4, 11)

  • καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Αρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός (Juízes 4, 16)

  • καὶ Σισαρα ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου τοῦ Κιναίου ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου (Juízes 4, 17)

  • καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ καὶ διεξῆλθεν ἐν τῇ γῇ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν (Juízes 4, 21)

  • καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ (Juízes 4, 23)

  • καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὗ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν (Juízes 4, 24)

  • ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ ἐξέλιπον ἕως οὗ ἀναστῇ Δεββωρα ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ισραηλ (Juízes 5, 7)

  • ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα Βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ (Juízes 5, 12)

  • ἐξ ἐμοῦ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Αμαληκ ὀπίσω σου Βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως (Juízes 5, 14)

  • καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν (Juízes 5, 15)

  • Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐσκήνωσεν καὶ Δαν εἰς τί παροικεῖ πλοίοις Ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει (Juízes 5, 17)


"Uma só coisa é necessária: estar perto de Jesus". São Padre Pio de Pietrelcina