Trouvé 476 Résultats pour: Ὑπὲρ

  • ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ ἐμοῦ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐροῦσίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι’ ὑμᾶς λέγων τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου (I Samuel 10, 2)

  • καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω (I Samuel 10, 23)

  • καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα (I Samuel 12, 19)

  • καὶ εἶπεν Σαμουηλ εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν (I Samuel 15, 22)

  • καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ (I Samuel 15, 28)

  • καὶ εἶπεν Δαυιδ τῷ ἱερεῖ ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ θεοῦ πίστις Φελλανι Αλεμωνι (I Samuel 21, 3)

  • καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά (I Samuel 24, 18)

  • στήλωσον Ισραηλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί (II Samuel 1, 19)

  • Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν (II Samuel 1, 23)

  • ἀλγῶ ἐπὶ σοί ἄδελφέ μου Ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν (II Samuel 1, 26)

  • καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμφιβοσθε καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ καὶ ἐπιζητεῖς ἐπ’ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον (II Samuel 3, 8)

  • καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης (II Samuel 6, 8)


“Como é belo esperar!” São Padre Pio de Pietrelcina