Trouvé 4523 Résultats pour: Ὅτι
καὶ εἶπεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου (I Reis 17, 1)
καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς (I Reis 17, 7)
ὅτι τάδε λέγει κύριος ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς (I Reis 17, 14)
καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν (I Reis 17, 24)
καὶ εἶπεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με (I Reis 18, 9)
ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε καὶ εἶπον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς ὅτι οὐχ εὕρηκέν σε (I Reis 18, 10)
καὶ εἶπεν Ηλιου ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι σήμερον ὀφθήσομαι αὐτῷ (I Reis 18, 15)
καὶ εἶπεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ (I Reis 18, 18)
καὶ εἶπεν Ηλιου τοῖς προφήταις τῆς αἰσχύνης ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι ὅτι πολλοὶ ὑμεῖς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε (I Reis 18, 25)
καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτῷ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται (I Reis 18, 27)
καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα (I Reis 18, 36)
ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω (I Reis 18, 37)